Decree of Aitolia renewing friendship with Teos and
confirming asylia of Teos; 205/1 BC; also found at Delphi: CIG
3046 and p. 1125; *LW 85; FD III 2, no. 134a; Syll3 565; **IG IX
12, 1, no. 192 (l. 16).
[ ]
LW 85
1 | vacat Αἰτωλῶν. vacat |
vacat στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου, Παναιτωλικοῖς· vacat | |
ἐπεὶ Τήϊοι πρεσ[βευ]τὰς ἀποστείλαντες Πυθαγόραν καὶ Κλεῖτον, τάν τε οἰκειότατα | |
καὶ τὰν φιλίαν ἀνενηοῦντο καὶ παρεκάλεον τοὺς Αἰτωλούς, ὅπως τάν τε πόλιν | |
5 | αὐτῶν καὶ τὰν χώραν ἐπιχωρήσωντι ἱερὰν εἶμεν καὶ ἄσυλον τοῦ Διονύσου· vacat |
δεδόχθαι τοῖς Αἰτωλοῖς ποτὶ τοὺς Τηΐους τὰν φιλίαν καὶ οἰκειότατα τὰν ὑπάρχουσαν | |
διαφυλάσσειν, καὶ τὰ ψαφίσματα τὰ πρότερον γεγονότα αὐτοὶς περὶ πάντων τῶν φιλαν- | |
θρώπων κατάμονα εἶμεν. ὑπάρχειν δὲ αὐτοῖς παρὰ τῶν Αἰτωλῶν τᾶς τε πόλιος καὶ τᾶς | |
χώρας τὰν ἀνιέρωσιν καὶ ἀσυλίαν, καθὼς καὶ οἱ πρεσβευταὶ ἀξίουν, καὶ μηθένα Αἰτωλῶν μηδὲ | |
10 | τῶν ἐν Αἰτωλίαι κατοικεόντων ἄγειν τοὺς Τηΐους μηδὲ τοὺς ἐν Τέωι κατοικέοντας μηδαμόθεν |
ὁρμωμένους, ἀλλὰ τὰν ἀσφάλειαν καὶ ἀσυλίαν εἶμεν αὐτοῖς τὰ ἀπ’ Αἰτωλῶν καὶ τῶν ἐν Αἰ- | |
τωλίαι κατοικεόντων. εἰ δέ τίς κα ἄγηι ἢ αὐτοὺς ἢ τὰ ἐκ τὰς πόλιος ἢ χώρας, τὰ μὲν ἐμ- | |
φανῆ ἀναπράσσειν τὸν σ[τρ]ατα[γὸν] καὶ τοὺς συνέδρους ἀεὶ τοὺς ἐνάρχους, τῶν δὲ | |
ἀφανέων ὑποδίκους εἶμεν τοὺς ἀχνηκότας, γινομένας τοῖς Τηΐοις τᾶς ἐγδικάσιος | |
15 | καὶ τᾶς λοιπᾶς οἰκονομίας, καθὼς καὶ τοῖς Διονυσιακοῖς τεχνίταις ὁ νόμος τῶν |
Αἰτωλῶν κελεύει. ὅπως δὲ καὶ εἰς τοὺς νόμους καταχωρισθῆι <ἁ> ἀνιέρωσις καὶ ἁ ἀσυλία | |
τοὺς κατασταθέντας νομογράφους καταχωρίξαι ἐπεί κα αἱ νομογραφίαι γίνωνται, | |
vacat ἐν τοὺς νόμους. |