Funerary inscription in iambics for Posidonios; Roman; found at Erenler, near Kazıklı: *Bean & Cook, ABSA 52, 1957, 112-3, no. 5 (PH); SEG 18, 456.  
[ ] ABSA 1957, 112-13, no. 5
1 ὁ σὸς πατήρ σοι ΤΕΡΓΟΔ̣ΑΙΣ, τέκνον, λαλῶ·
Ποσιδώνι’, ἀγήρως ὅδε νέκυς κεῖσαι τάφῳ.
ὡς δεινόν· ἁρμοσθεὶς γὰρ ἓξ μῆνες κόρῃ
ἣν Δημάριν Μοῖραι μυχοῖσιν ἐξέπεμ-
5 ψαν ἄσπορον #⁵⁶ εἶτ’ Ἐρεινύες #⁵⁶ κεἰμαρμένη
νέον σε μηδ’ ἄλλοις πόθοις μιγέντα
εἰρύσαντο αὖθις ἐκ βίου #⁵⁶ γεωργὲ ἡδύμοχθε,
φιλόπονε, πολύνου, παντὶ δὲ εὔτακτος φύσει,
ἐμὲ τοῖς πόνοι<ς> κατέλιπες ἀπολιπὼν φάος.
10 λαμπρὰ δὲ χώρης δεσπότῃ βίου χαρὰ τύμβῳ
τεθῆναί με, ἂν θάνω, μετὰ τοῦ τέκνου
Search Help
Contact Us