115f.2102.1. Antwort (in Hexametern) des apollinischen Orakels von (Klaros? / Didyma?) auf die Frage einer (lydischen Polis: Koloe?); 166 n.Chr.?; gef. in Ephesos; *JÖAI 62, 1993 (Hauptbl.), 130-132, Nr. 25; SEG 41, 981.  
[ ] Ion. — Ephesos — Kat.15f — 166 n.Chr.? — JÖAI 62,1993,130-132, Nr. 25
1 ειλ[—]α̣․η․[—]ω̣ι̣δ̣α̣π̣[—]․․․․η̣σ̣[—]
Ἄρτεμιν εὐφαρέτρειαν ἐμῆς γενεῆς γεγαυῖαν·
πάσης γὰρ πόλιος προκαθηγέτις ἐστὶ γενέθλης
μαῖα καὶ αὐξήτειρα βροτῶν καρπῶν τε δότειρα·
5 ἧς μορφὴν Ἐφέσοιο κομίσσατε χρυσοφάεννον
κάτθετε δ’ ἐν νηῷ πολυγηθέες, ἥ κεν ἀλύξει
πήματα καὶ λοίμοιο βροτοφθόρα φάρμακα λύσει
λαμπάσι πυρσοφόροις νυχίᾳ φλογὶ μάγματα κηροῦ
τηίξασα μάγου κακοτήια σύμβολα τέχνης.
10 αὐτὰρ ἐπὴν τελέσητε θεῇ προστάγματ’ ἐμεῖο,
ὕμνοις ἰοχέαιραν ἀπρόσμαχον ἰθυβέλειαν
καὶ θυσίαις ἅζεσθε κλυτὴν ἐπιωπέα κούρην
ἔν τε χοροῖς ἔν τ’ εἰλαπιναῖς κοῦραι θ’ ἅμα παῖσιν
παρθένον ἁλμήεσσαν ὑπὲρ χθόνα Μαίονος Ἕρμου
15 πάντῃ κυδαίνοντες ἀνάστεφετ’ εὐρέα μύρτα
κεκλόμενοι γαίης Ἐφεσηίδος Ἄρτεμιν ἁγνὴν,
εἰς αἰὲν ὅππως ὕμμι πέλοι ἄχραντος ἀρωγός.
εἰ δέ τε μὴ τελέοιτε πυρὸς τότε τείσετε ποινάς.
χρηματισθεὶς ὑπὸ τοῦ Ἀπόλλωνος
Search Help