115f.2102.1. Antwort (in Hexametern) des apollinischen Orakels
von (Klaros? / Didyma?) auf die Frage einer (lydischen Polis:
Koloe?); 166 n.Chr.?; gef. in Ephesos; *JÖAI 62, 1993
(Hauptbl.), 130-132, Nr. 25; SEG 41, 981.
[ ]
Ion. — Ephesos — Kat.15f — 166 n.Chr.? — JÖAI 62,1993,130-132, Nr. 25
1 | ειλ[—]α̣․η․[—]ω̣ι̣δ̣α̣π̣[—]․․․․η̣σ̣[—] |
Ἄρτεμιν εὐφαρέτρειαν ἐμῆς γενεῆς γεγαυῖαν· | |
πάσης γὰρ πόλιος προκαθηγέτις ἐστὶ γενέθλης | |
μαῖα καὶ αὐξήτειρα βροτῶν καρπῶν τε δότειρα· | |
5 | ἧς μορφὴν Ἐφέσοιο κομίσσατε χρυσοφάεννον |
κάτθετε δ’ ἐν νηῷ πολυγηθέες, ἥ κεν ἀλύξει | |
πήματα καὶ λοίμοιο βροτοφθόρα φάρμακα λύσει | |
λαμπάσι πυρσοφόροις νυχίᾳ φλογὶ μάγματα κηροῦ | |
τηίξασα μάγου κακοτήια σύμβολα τέχνης. | |
10 | αὐτὰρ ἐπὴν τελέσητε θεῇ προστάγματ’ ἐμεῖο, |
ὕμνοις ἰοχέαιραν ἀπρόσμαχον ἰθυβέλειαν | |
καὶ θυσίαις ἅζεσθε κλυτὴν ἐπιωπέα κούρην | |
ἔν τε χοροῖς ἔν τ’ εἰλαπιναῖς κοῦραι θ’ ἅμα παῖσιν | |
παρθένον ἁλμήεσσαν ὑπὲρ χθόνα Μαίονος Ἕρμου | |
15 | πάντῃ κυδαίνοντες ἀνάστεφετ’ εὐρέα μύρτα |
κεκλόμενοι γαίης Ἐφεσηίδος Ἄρτεμιν ἁγνὴν, | |
εἰς αἰὲν ὅππως ὕμμι πέλοι ἄχραντος ἀρωγός. | |
εἰ δέ τε μὴ τελέοιτε πυρὸς τότε τείσετε ποινάς. | |
χρηματισθεὶς ὑπὸ τοῦ Ἀπόλλωνος |