18e.0604.3. Abschluss der Dankesadresse eines unbek. (nicht aus Ephesos stammenden) Rhetors, dessen bei einer Festveranstaltung gehaltene Rede aufgrund eines Beschlusses der Stadt schriftlich ediert werden sollte; spätantik; gef. in Ephesos; BE 1991, 721; *JÖAI 59, 1989 (Beibl.), 227/8, Nr. 61.  
[ ] Ion. — Ephesos — Kat.8e — spätantik — JÖAI 59,1989,227/8, Nr. 61
1 [—]․․․․․․․․․σαν̣αδ[—]
φθόνου κεκρυμμένου φιλοσκωμμορίᾳ γλῶτταν ἐγείροντος ὅς καὶ μέ[μφεται]
εἰ τύχοι τις παρὰ τηλικαύτης πόλεως ἥστινος οὖν ἀμοιβῆς, εἰς λόγον τοῦ τοιούτου γέρως
ψόγου καθαρεύειν οὐκ ἐᾶι τὸ γινόμενον· ἔπειθ’ ὅτι μέγα μοι συνάγεται τ[ῶν χ]ρεῶν τὸ
5 φορτίον τῶν παρὰ τῆς ὑμετέρας πόλεως ἀγαθῶν πρὸς ἀπόδοσιν οὐκ ἀρκούσης ἐμοὶ τῆς
παρούσης δυνάμεως, καθάπερ οἱ τὰ πολλὰ δανειζόμενοι δυσχεραίνουσι πρὸς ἀπόδοσιν
ἁθρόαν ὑπὸ τῆς περὶ τοὺς χρήστας εὐγνωμοσύνης ἑλκόμενοι καὶ τὸ χρέως ἀδυνατοῦν-
τες ἐκτῖσαι· καὶ τρίτον ὅτι λόγους ἐξ αὐτοσχεδίου παιχθέντας διὰ τὴν ἀνάγκην τῆς τοῦ
νόμου τιμῆς ἵνα τὸ τῆς σιωπῆς ἀκίνδυνον φύγωμεν, γέρας ἐγγράφειν ἀξιοῦτε τὸν
10 ἔπαινον εἰς τοὺς ἔπειτα παραπέμποντες, ὥσπερ ἐκτείνοντες τοῖς γράμμασιν τὴν
μνήμην εἰς χρόνου μῆκος ἄπειρον, ἐλεγχομένου τοῦ παίξαντος διὰ τὴν ἐορτὴν τοῦ
βήματος ὡς ἐν φίλοις ἀλλ’ οὐκ εἰς συγγραφὴν τότε τολμήσαντος. ἀλλ’ εἰ
καὶ ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ τὸ λυσιτελὲς ἑκατέρῳ φανερόν,
νικάτω τὸ δόγμα τῆς πόλεως·  πάντως ὁ νικηθεὶς οὐκ αἰσχυνθήσεται
15 διὰ τὴν πόλιν ἣν ἁπάντων κρατεῖν ἀεὶ νικῶσαν εὔχομαι τοὺς μὲν
φίλους εὐ ποιοῦσαν ἑκόντας, τοὺς δὲ ἐναντίους ἐξ ἀνάγκης ἄκοντας ☩
16a (von späterer Hand:)
17 κύριε βοήθι πάσᾳ ψυχῇ καὶ τῷ γράψαντι.
Search Help
Contact Us