18e.0604.3. Abschluss der Dankesadresse eines unbek. (nicht aus
Ephesos stammenden) Rhetors, dessen bei einer Festveranstaltung
gehaltene Rede aufgrund eines Beschlusses der Stadt schriftlich
ediert werden sollte; spätantik; gef. in Ephesos; BE 1991, 721;
*JÖAI 59, 1989 (Beibl.), 227/8, Nr. 61.
[ ]
Ion. — Ephesos — Kat.8e — spätantik — JÖAI 59,1989,227/8, Nr. 61
| 1 | [—]․․․․․․․․․σαν̣αδ[—] |
| φθόνου κεκρυμμένου φιλοσκωμμορίᾳ γλῶτταν ἐγείροντος ὅς καὶ μέ[μφεται] | |
| εἰ τύχοι τις παρὰ τηλικαύτης πόλεως ἥστινος οὖν ἀμοιβῆς, εἰς λόγον τοῦ τοιούτου γέρως | |
| ψόγου καθαρεύειν οὐκ ἐᾶι τὸ γινόμενον· ἔπειθ’ ὅτι μέγα μοι συνάγεται τ[ῶν χ]ρεῶν τὸ | |
| 5 | φορτίον τῶν παρὰ τῆς ὑμετέρας πόλεως ἀγαθῶν πρὸς ἀπόδοσιν οὐκ ἀρκούσης ἐμοὶ τῆς |
| παρούσης δυνάμεως, καθάπερ οἱ τὰ πολλὰ δανειζόμενοι δυσχεραίνουσι πρὸς ἀπόδοσιν | |
| ἁθρόαν ὑπὸ τῆς περὶ τοὺς χρήστας εὐγνωμοσύνης ἑλκόμενοι καὶ τὸ χρέως ἀδυνατοῦν- | |
| τες ἐκτῖσαι· καὶ τρίτον ὅτι λόγους ἐξ αὐτοσχεδίου παιχθέντας διὰ τὴν ἀνάγκην τῆς τοῦ | |
| νόμου τιμῆς ἵνα τὸ τῆς σιωπῆς ἀκίνδυνον φύγωμεν, γέρας ἐγγράφειν ἀξιοῦτε τὸν | |
| 10 | ἔπαινον εἰς τοὺς ἔπειτα παραπέμποντες, ὥσπερ ἐκτείνοντες τοῖς γράμμασιν τὴν |
| μνήμην εἰς χρόνου μῆκος ἄπειρον, ἐλεγχομένου τοῦ παίξαντος διὰ τὴν ἐορτὴν τοῦ | |
| βήματος ὡς ἐν φίλοις ἀλλ’ οὐκ εἰς συγγραφὴν τότε τολμήσαντος. ἀλλ’ εἰ | |
| καὶ ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ τὸ λυσιτελὲς ἑκατέρῳ φανερόν, | |
| νικάτω τὸ δόγμα τῆς πόλεως· πάντως ὁ νικηθεὶς οὐκ αἰσχυνθήσεται | |
| 15 | διὰ τὴν πόλιν ἣν ἁπάντων κρατεῖν ἀεὶ νικῶσαν εὔχομαι τοὺς μὲν |
| φίλους εὐ ποιοῦσαν ἑκόντας, τοὺς δὲ ἐναντίους ἐξ ἀνάγκης ἄκοντας ☩ | |
| 16a | (von späterer Hand:) |
| 17 | κύριε βοήθι πάσᾳ ψυχῇ καὶ τῷ γράψαντι. |