Funerary inscription by Ulpius Iuli(us) Trophimos,
bouleutes of Smyrna, for self and family, with penalty for
unauthorized burial; imperial; found at Smyrna: CIG 3385;
*ISmyrna 244 (PH).
[ ]
ISmyrn 244
1 | Οὔλπιος Ἰούλι(ος) Τρόφιμος |
Σμυρναῖος βουλευτὴς καὶ εὐποσι- | |
άρχης καὶ πρύτανις ἠγόρασα τὸ ἡρῷο[ν] | |
καὶ τὴν σορὸν προσαγοράσας κατεσκεύ- | |
5 | ασα αὐτῷ καὶ τῇ γυναικὶ μου Τύχῃ καὶ τέκνο[ις] |
καὶ ἐγγόνοις καὶ θρέμμασί μου καὶ ἀπελευθέρο[ις]. | |
μηδενὸς ἑτέρου ἔχον<τος> τὴν ἐξουσίαν μήτε θά- | |
ψαι τινὰ ἕτερον μήτε πωλῆσαί τι ἐξ αὐτῶν. εἰ δέ τις | |
τορμήσει τι τοιοῦτο ποιῆσαι, θήσει Μητρὶ θεῶν Σι- | |
10 | πυληνῇ 𐆖 ͵ε. |