Funerary inscription by Nais Hermou for self and family,
with penalty for unauthorized burial; imperial; found at Smyrna:
CIG 3356; *ISmyrna 241 (PH).
[ ]
ISmyrn 241
1 | Ναῒς Ἑρμοῦ τοῦ Διοκλέους |
ἀγοράσασα τόπον ψειλὸν κατε- | |
σκεύασε τὸ μνημεῖον τῷ κατοι- | |
χομένῳ υἱῷ Ζωσίμῳ καὶ ἑαυτῇ καὶ | |
5 | Κορνηλίῳ Εὐτυχίδῃ τῷ ἀνδρὶ καὶ |
τοῖς θρέμμασι καὶ Πρόκλῃ τῇ τρα- | |
φείσῃ ὑπ’ αὐτῆς, ἐξουσίαν ἐχού- | |
σης αὐτῆς ἐπιθεῖν̣αι σορόν, εἰς ἣν κη- | |
δευθήσεται μόνη· μηδενὸς ἔχοντος | |
10 | ἐξουσίαν ἕτερον βαλεῖν ἢ ἀπαλλοτριῶσαι. |
ταύτης τῆς ἐπιγραφῆς ἀπετέ- | |
θη ἀντίγραφον εἰς τὸ ἀρχεῖον. |