[ ] Att. — stoich. 20 — 333/2
1 [θ]εοί.
ἐπὶ Νικοκράτους ἄρχοντ-
ος ἐπὶ τῆς Αἰγεῖδος πρώτ-
ης πρυτανείας· τῶν προέδ-
5 ρων ἐπεψήφιζεν Θεόφιλο-
ς Φηγούσιος· ἔδοξεν τῆι β-
ουλεῖ· Ἀντίδοτος Ἀπολλο-
δώρου Συπαλήττιος εἶπε-
ν· περὶ ὧν λέγουσιν οἱ Κιτ-
10 ιεῖς περὶ τῆς ἱδρύσειως
τῆι Ἀφροδίτηι τοῦ ἱεροῦ,
ἐψηφίσθαι τεῖ βουλεῖ το-
ὺς προέδρους οἳ ἂν λάχωσ-
ι προεδρεύειν εἰς τὴν πρ-
15 ώτην ἐκκλησίαν προσαγα-
γεῖν αὐτοὺς καὶ χρηματί-
σαι, γνώμην δὲ ξυνβάλλεσ-
θαι τῆς βουλῆς εἰς τὸν δῆ-
μον ὅτι δοκεῖ τῆι βουλεῖ
20 ἀκούσαντα τὸν δῆμον τῶν
Κιτιείων περὶ τῆς ἱδρύσ-
ειως τοῦ ἱεροῦ καὶ ἄλλου
Ἀθηναίων τοῦ βουλομένο-
υ βουλεύσασθαι ὅτι ἂν αὐ-
25 τῶι δοκεῖ ἄριστον εἶναι.
ἐπὶ Νικοκράτους ἄρχοντ-
ος ἐπὶ τῆς Πανδιονίδος δ-
ευτέρας πρυτανείας· τῶν
προέδρων ἐπεψήφιζεν Φα-
30 νόστρατος Φιλαίδης· ἔδο-
ξεν τῶι δήμωι· Λυκο͂ργος Λ-
υκόφρονος Βουτάδης εἶπ-
εν· περὶ ὧν οἱ ἔνποροι οἱ Κ-
ιτιεῖς ἔδοξαν ἔννομα ἱκ-
35 ετεύειν αἰτοῦντες τὸν δ-
ῆμον χωρίου ἔνκτησιν ἐν
ὧι ἱδρύσονται ἱερὸν Ἀφρ-
οδίτης, δεδόχθαι τῶι δήμ-
ωι δοῦναι τοῖς ἐμπόροις
40 τῶν Κιτιέων ἔνκτησι[ν] χ[ω]-
ρίου ἐν ὧι ἱδρύσονται τὸ
ἱερὸν τῆς Ἀφροδίτης καθ-
άπερ καὶ οἱ Αἰγύπτιοι τὸ
τῆς Ἴσιδος ἱερὸν ἵδρυντ-
45 αι.
Search Help
Contact Us