Funerary inscription by Ti(berius) Cl(audius) Cu(l)chius Eutaktos for self and family, with penalty for unauthorized burial; imperial; probably from Smyrna: CIG 3318; *ISmyrna 206 (PH).  
[ ] ISmyrn 206
1 Τι(βέριος) Κλ(αύδιος) Κούχιος Εὔτακτος κατεσκεύασεν
τὸ μνημεῖον ἑαυτῷ τε καὶ συμβίῳ καὶ τέκνοις
καὶ ἐκγόνοις καὶ θρέμμασιν καὶ ἀπελευθέροις·
μηδενὸς ἔχοντος ἐξουσίαν ἢ ἐμοῦ μόνου
5 μήτε πωλῆσαι μήτε ἕτερον πτῶμα εἰσε-
νενκεῖν.  εἰ δέ τις τολμήσει πωλῆ-
σαι ἢ ἕτερον πτῶμα εἰσενεν-
κεῖν, δώσει τῇ γερουσίᾳ καὶ τοῖς
νέοις 𐆖 ͵β.  ταύτης τῆς ἐπιγρα-
10 φῆς ἀντίγραφον ἀπόκειται ἐν τ[ῷ]
ἀρχεῖῳ.
Search Help
Contact Us