Funerary inscription by Hamilla Matreou for self and
family, with penalty for unauthorized burial; imperial; found at
Smyrna: CIG 3270; *ISmyrna 211 (PH).
[ ]
ISmyrn 211
1 | Ἅμιλλα Ματρέου ζῶσα κατεσκεύασ- |
ε ἑαυτῇ καὶ τῷ συνβίῳ Ἀσκληπιάδῃ τ- | |
ὸ μνημεῖον καὶ τοῖς θρέμμασι καὶ | |
ἐγγόνοις αὐτῶν καὶ θρέμμασι. εἰ- | |
5 | ς τὴν σορὸν δέ μου μηδένα ἕτερ- |
ον βληθῆναι, εἰς ἣν ἔνεστι ὁ σ̣ύν- | |
βιός μου, πλὴν ἐμοῦ. ἐὰν δέ τις βά- | |
λῃ, δότω τῇ Ζμυρναίων γερουσίᾳ <𐆖> | |
͵α. Τάτιον δὲ Ἀσκληπιάδου, ἐὰν βού- | |
10 | ληται τεθῆναι εἰς τὸ μνημεῖον, θεῖσα σορ- |
ὸν ἑαυτῇ βληθήσεται μόνη· καὶ οὐκ ἐξέστ- | |
αι αὐτῇ ἄλλ<ο>ν θεῖναι οὐδένα οὔτε κληρον- | |
όμοις αὐτῆς εἰς τὸ μνημεῖον. ἐὰν δὲ ἕτ- | |
ερόν τις θῇ εἰς τὴν σορὸν αὐτῆς, ὁμοίω- | |
15 | ς δώσει τῇ γερουσίᾳ 𐆖 ͵α. ἐπιτρέπω δὲ τ- |
οῖς θ̣ρέμμασί μου, ἐὰν βούλωνται, σοροὺ- | |
ς ἐπιθεῖναι διὰ τὸ καὶ συνεισενην<ο>χέ- | |
ναι εἰς τὴν κατασκευὴν τοῦ μνημείου. | |
ἕξει δὲ καὶ Ὕμν<ο>ς ὁ γέρων δωρεὰν ἠργα- | |
20 | σμένος τὸ μέσον ἐσσόριν. τοῖς δὲ κληρο- |
νόμοις μου οὐκ ἐπακλ̣ουθήσει τοῦτο τὸ | |
μνημεῖον. <⁶¹>⁶¹[⁵¹[—]]⁵¹ | |
<⁶¹>⁶¹[⁵¹[—]]⁵¹ |