Funerary inscription by Dionysios Ploutionos of Smyrna for
self and family, with penalty for violating grave; AD 151/168;
provenance unknown, once in Smyrna: *ISmyrna 201 (PH).
[ ]
ISmyrn 201
1 | ἀγαθῆι τύχηι· |
Διονύσιος Πλουτίωνος τοῦ Διονυσίου | |
Σμυρναῖος, φυ(λῆς) Ἀλβηΐδος, ζῶν κατεσκεύασεν̣ | |
τὸ μνημῖον ἑαυτῷ καὶ γυναικὶ Καλπουρνίᾳ Σεκ- | |
5 | ούνδῃ καὶ τέκνοις καὶ ἐκγόνοις, καὶ συνεχώ- |
ρησεν δίκεον τῇ αὐτοῦ πενθερᾷ Καλπουρνί- | |
ᾳ Σεκούνδῃ, ὥστε αὐτὴν ἐνταφῆναι· μηδε- | |
νὸς ἔχοντος ἄλλου ἐξουσίαν ἄκοντος | |
Διονυσίου κὲ τῶν κληρονόμων αὐτοῦ κὲ | |
10 | διαδόχων εἰσκομίζιν καὶ θάπτιν ἰς τοῦτο τὸ |
μνημεῖον. ἐὰν δέ τις ἰσκομίσῃ ἢ ἀπαλλοτριώσῃ δί- | |
κεον τοῦ μνημίου, ἔσται ὑπεύθυνος̣ ἰς τὸν Καίσαρ̣ος φίσ- | |
κον 𐆖 ͵βφʹ. ἐπεγράφη ζῶντος Διονυσίου, ἐ̣πὶ στεφ(ανηφόρου) Κλ(αυδίας) | |
Φίλας Ἑρωΐδης, ἀνθ̣υ(πάτῳ) Πωλλίωνι, μ(ηνὸς) Ἀρτ̣ε̣μισίου κʹ. |