Funerary inscription by (no name) for self, [wife? D]emosthenis Ger[m]anou, and family, with penalty for selling grave; imperial; found at Smyrna: CIG 3295; *ISmyrna 240.  
[ ] ISmyrn 240
1 [— κατεσκεύασε τὸ μνημεῖον ἑαυτῷ καὶ]
[Δ]ημοσθενίδι Γερ[μ]ανοῦ? [τῇ γυναικὶ? —]
ΡΟΥ καὶ τοῖς τέκνοις Αἰσχίνῃ καὶ Ἀπφίῳ κα-
ὶ τοῖς ἐκγόνοις· μηδενὸς ἑτέρου ἔχοντος
5 ἐξουσίαν εἰς αὐτὸ μήτε ἀπαλλοτριῶσαι τὸ
μνημεῖον μήτε κηδεῦσαί τινα εἰς αὐτὸ τῶ-
ν μὴ προσηκόντων. ἐὰν δέ τις ἀπαλλοτριώσῃ
αὐτὸ ἢ ὑπεναντίον τι ποιήσῃ τῶν προγεγραμμέν-
ων, ὑπόδικος ἔστω εἰς τὸν τοῦ κυρίου φίσκον δηναρίοις χει-
10 λίοις πεντακοσίοις.  τούτου τοῦ τίτλου ἀντίγραφον
ἀπετέθη εἰς τὸ ἀρχεῖον.
Search Help
Contact Us