Funerary inscription for Artemidoros and others, with penalty for violating grave; CIG 3281; *ISmyrna 212.  
[ ] ISmyrn 212
1 συνκεχωρηκότος αὐτῷ Ἀρτεμιδώρου αὐτοῦ
τε καὶ τέκνων αὐτοῦ καὶ ἐκγόνων τὴν χρῆ-
σιν τοῦ παρακεχωρημένου ὑποκάτω τοῦ σωλα-
ρίου θωρακείου καὶ τοῦ μνημείου καὶ τῶν ἐν
5 αὐτῷ σορῶν τε καὶ ἐνσορίων ἀκώλυτον· μηδε-
νὸς ἔχοντος ἐξουσίαν ἀπαλλοτριῶσαί τι μήτε
τῶν τοῦ πρώτου θωρακείου μήτε τοῦ ἐπῳκοδο-
μημένου σωλαρίου ἢ τῶν ἐν αὐτῷ σορῶν τε καὶ
ἐνσορίων κατὰ μηδένα τρόπον.  ἐὰν δέ τις τολμήσει ἀπαλ-
10 λοτριῶσαί τι ἐξ αὐτῶν ᾡδήποτε τρόπῳ, ἀποτείσει τῷ
σεμνοτάτῳ συνεδρίῳ τῶν ἐν Σμύρνῃ γερόντων ἀρ- <⁶⁸καὶ ὁ ἐπιχρήσας ἑαυτὸν εἰς ἀ>⁶⁸-
γυρίου δηνάρια δισχίλια πεντακόσια.  ταύτης <⁶⁸παλλοτρίωσιν>⁶⁸
τῆς ἐπιγραφῆς ἐκσφράγισμα ἀπόκειται εἰς τὸ ἀρχεῖον.
Search Help
Contact Us