Funerary inscription for Publius Aelius Tertius, bouleutes
of Smyrna, and family, with penalty for unauthorized burial; AD
161/169?; found at Smyrna: CIG 3384; *ISmyrna 246 (PH) + II 2 p.
372.
[ ]
ISmyrn 246 + II2 p. 372
1 | τὸ μνῆμα τοῦτό ἐστιν Ποπλίου Αἰλίου Τερτίου Σμυρ- |
ναίου βουλευτοῦ, παιδοτρίβου, καὶ ὁ προσκείμενος | |
τῷ μνημείῳ τόπος, οὗ τῆς διαμονῆς καὶ ὧν βεβούλημαι | |
διὰ τῆς ἐπιγραφῆς τῆς ἐνκεχαραγμένης τῇ σορῷ προ- | |
5 | νοήσουσιν οἱ κληρονόμοι μου καὶ ἀπελεύθεροι ἔχοντες |
καὶ αὐτοὶ δίκαιον τοῦ ταφῆναι ἐν τῷ μνήματι, χωρὶς τοῦ | |
ἐπεισενεγκεῖν τῇ σορῷ, ἐν ᾗ ἐγὼ κηδευθήσομαι, ἕτερον | |
νεκρὸν ἢ ἑτέραν ἐπιθεῖναι σορὸν τῷ μνημείῳ. εἰ δὲ μή, | |
ἐὰν ἐπεισενέγκωσιν παρ’ ἃ βεβούλημαι, ἢ ἐπιθῶσιν, | |
10 | ἀποδώσουσιν καὶ αὐτοὶ εἰς τὸν φίσκον τῶν κυρίων |
αὐτοκρατόρων δηνάρια πεντακισχείλια. |