Funerary inscription for Publius Aelius Tertius, bouleutes
of Smyrna, and family, with penalty for unauthorized burial; AD
161/169?; found at Smyrna: CIG 3384; *ISmyrna 246 (PH) + II 2 p.
372.
[ ]
ISmyrn 246 + II2 p. 372
| 1 | τὸ μνῆμα τοῦτό ἐστιν Ποπλίου Αἰλίου Τερτίου Σμυρ- |
| ναίου βουλευτοῦ, παιδοτρίβου, καὶ ὁ προσκείμενος | |
| τῷ μνημείῳ τόπος, οὗ τῆς διαμονῆς καὶ ὧν βεβούλημαι | |
| διὰ τῆς ἐπιγραφῆς τῆς ἐνκεχαραγμένης τῇ σορῷ προ- | |
| 5 | νοήσουσιν οἱ κληρονόμοι μου καὶ ἀπελεύθεροι ἔχοντες |
| καὶ αὐτοὶ δίκαιον τοῦ ταφῆναι ἐν τῷ μνήματι, χωρὶς τοῦ | |
| ἐπεισενεγκεῖν τῇ σορῷ, ἐν ᾗ ἐγὼ κηδευθήσομαι, ἕτερον | |
| νεκρὸν ἢ ἑτέραν ἐπιθεῖναι σορὸν τῷ μνημείῳ. εἰ δὲ μή, | |
| ἐὰν ἐπεισενέγκωσιν παρ’ ἃ βεβούλημαι, ἢ ἐπιθῶσιν, | |
| 10 | ἀποδώσουσιν καὶ αὐτοὶ εἰς τὸν φίσκον τῶν κυρίων |
| αὐτοκρατόρων δηνάρια πεντακισχείλια. |