[ ] Att. — stoich. 42 — c. 335/4 — IG II² 334 Add. (pt. 1.2 p. 659)
— — — — — — — — — — — — — — — — — — — — — — — — #⁷․․
1 [— — — — — — — — — — — — — — — — ὅπως ἂν εὐ]σ[εβ]ῶς κα-
[ὶ — — — — — — — — — — — — — — — — —] κατ’ ἐνιαυτὸν κ-
[αὶ πέμπηται ἡ πομπὴ π]αρασκευ[ασμ]ένη ὡς ἄριστα τῆι Ἀ-
[θηνᾶι καθ’ ἕκαστο]ν τὸν ἐνιαυτὸν ὑπὲρ τοῦ δήμου τοῦ Ἀ-
5 [θηναίων καὶ τἆλ]λα ὅσα δεῖ διοικῆται περὶ τὴν ἑορτὴ-
[ν τὴν ἀγομένην τ]ῆι θεῶι καλῶς ὑπὸ τῶν ἱεροποιῶν εἰς
[τὸν ἀεὶ χρόνον, ἐ]ψηφίσθαι τῶι δήμωι, τὰ μὲν ἄλλα καθά-
[περ τῆι βουλῆι, θ]ύειν δὲ τοὺς ἱεροποιοὺς τὰς μὲν δύο
[θυσίας τήν τε τῆι] Ἀθηνᾶι τῆι ὑγιείαι καὶ τὴν ἐν τῶι ἀρ-
10 [χαίωι νεῶι θυο]μένην καθάπερ πρότερον καὶ νείμαντ-
[ας τοῖς πρυτάν]εσιν πέντε μερίδας καὶ τοῖς ἐννέα ἄρ-
[χουσιν τρεῖς] καὶ ταμίαις τῆς θεοῦ μίαν καὶ τοῖς ἱερ-
[οποιοῖς μίαν] καὶ τοῖς στ[ρα]τηγοῖς καὶ τοῖς ταξιάρχ-
[οις τρεῖς καὶ τ]οῖς πομπ[εῦσι]ν τοῖς Ἀθηναίοις καὶ τα-
15 [ῖς κανηφόροι]ς κατὰ <τὰ> εἰω[θότα], τὰ δὲ ἄλλα κρέα Ἀθηναίο-
[ις μερίζειν· ἀ]πὸ δὲ τῶν τε[τταρ]άκοντα μνῶν καὶ τῆς μι-
[ᾶς τῶν ἐκ τῆς μ]ισθώσεως τῆς νέας βοωνήσαντες οἱ ἱερ-
[οποιοὶ μετὰ τ]ῶν βοωνῶν πέμψαντες τὴν πόμπην τῆι θε-
[ῶι θυόντων τα]ύτας τὰς βοῦς ἁπάσας ἐπὶ τῶι βωμῶι τῆς
20 [Ἀθηνᾶς τῶι με]γάλωι, μίαν δὲ ἐπὶ τῶι τῆς Νίκης προκρί-
[ναντες ἐκ τῶν] καλλιστευουσῶν βοῶν, καὶ θύσαντες τῆ-
[ι Ἀθηνᾶι τῆι] Πολιάδι καὶ τῆι Ἀθηνᾶι τῆι Νίκηι ἁπασῶ-
[ν τῶν βοῶν τῶ]ν ἀπὸ τῶν τετταράκοντα μνῶν καὶ μιᾶς ἑω-
[νημένην νε]μόντων τὰ κρέα τῶι δήμωι τῶι Ἀθηναίων ἐν
25 [Κεραμεικῶ]ι καθάπερ ἐν ταῖς ἄλλαις κρεανομίαις· ἀ[π]-
[ονέμειν δὲ] τὰς μερίδας εἰς τὸν δῆμον ἕκαστον κατὰ [τ]-
[οὺς πέμπον]τας ὁπόσους ἂν παρέχηι ὁ δῆμος ἕκαστος· [ε]-
[ἰς δὲ τὰ μι]σθώματα τῆς πομπῆς καὶ τὸ μαγειρικὸν κα[ὶ]
[κόσμησιν] τοῦ βωμοῦ τοῦ μεγάλου καὶ τἆλλα ὅσα προσ-
30 ․․․8․․․․εῖσθαι περὶ τὴν ἑορτὴν καὶ εἰς παννυχίδα
[διδόναι] ∶𐅄∶ δραχμὰς· τοὺς δὲ ἱεροποιοὺς τοὺς διοι[κ]-
[οῦντας τ]ὰ Παναθήναια τὰ κατ’ ἐνιαυτὸν ποεῖν τὴν πα[ν]-
[νυχίδα] ὡς καλλίστην τῆι θεῶι καὶ τὴν πομπὴν πέμπε[ι]-
[ν ἅμα ἡ]λίωι ἀνιόντι, ζημιοῦντας τὸν μὴ πειθαρχο[ῦντ]-
35 [α ταῖς ἐκ] τῶν νόμων ζημίαις· ἑλέσθαι δὲ τὸν δῆμ[ον ․․․]
[․․․․․․․․18․․․․․․․․ ἄ]ν[δ]ρας ἐξ Ἀθηναίων ἁπ[άντων ο]-
[ἵτινες — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us