Funerary inscription in hexameters for boy (no name); 1/2; found at Smyrna: CIG 3398; Kaibel 312; Cougny, Anth. Pal. Append. II no. 635; Peek, GV I 1765; Peek, Griech. Grabged. 39; *ISmyrna 539 + II 2 p. 374.  
[ ] ISmyrn 539 + II2 p. 374
1 νὺξ μὲν ἐμὸν κατέχει ζωῆς φάος ὑπνοδοτείρη,
ἀλγ̣εινῶ̣ν λύσασα νόσων δέμας ἡδέϊ ὕπνωι,
λήθης δῶρα φέρουσ’ ἐπ’ ἐμοὶ προστ<άγ>μασι Μοίρης·
ψυχὴ δ’ ἐ<κ> κραδίης δρ̣άμ’ ἐς αἴθερον εἴκελος αὔρηι
5 κοῦφον ἐπαιωροῦσα δρόμω̣<ι> πτερὸν ἠέρι πολλῶι,
καί με θεῶν μακάρων κατέχει δόμος ἆσσον ἰόντα,
οὐρανίοις τε δόμοισι βλέπω φάος Ἠριγ̣ενείης.
τειμὴ δ’ ἐκ Διός ἐστι σὺν ἀθανάτοισι θεοῖσι
Ἑρμείαο λόγοις· ὅς μ’ οὐρανὸν ἤγαγε χειρῶν
10 αὐτίκα τειμήσας καί μοι κλέος ἐσθλὸν ἔδωκεν
οἰκεῖν ἐν μακάρεσσι κατ̣’ οὐρανὸν ἀστερόεντα,
χρυσείοισι θρόνοισι παρήμενον ἐς φιλότητα,
καί με παρὰ τριπόδεσσι καὶ ἀμβροσίῃσι τραπέζαι[ς]
ἡδόμενον κατὰ δαῖτα θεοὶ φίλον εἰσορόωσιν,
15 κρατὸς ἀπ’ ἀθανάτοιο πα{τ}ρη<ΐ>σι {²⁶παρηΐσι}²⁶ μειδιόωντες
[νέκταρ ὅτ’ ἐν] προχοαῖσιν ἐπισπένδω μακάρεσσι.
Search Help
Contact Us