Funerary inscriptions in elegiacs and iambics for Polla of
Smyrna by husband Victor; 3b; found between Mersinli and Bornova:
Fontrier, REA 2, 1900, 253-255; *ISmyrna 544 + II 2 p. 374.
[ ]
ISmyrn 544 + II2 p. 374
a.1 | [ἄρμ]ενον, ὦ παροδεῖτα, ποιεῖς τύπον ἀμὸν ἀθρήσ[ας] |
καὶ δακρύων ὄμβρους χευόμενος κατὰ γῆς. | |
πάντες γὰρ συνέκρειναν ἐμοὶ χρυσῆν Ἀφροδείτην | |
καὶ νῦν ἐν φθιμένοις εἶσον ἔχω τὸ κλέος. | |
5 | εἰ δὲ θέλεις γνῶναι, τίς καὶ πόθεν ἢ τίς ὁ θάψας, |
ὄφρ’ ἀπ’ ἐμῆς στήλης πάντα μάθῃς ἀτρεκῶς· | |
Πῶλλα μὲν οὔνομά μοι, Σμύρνη πατρίς, ἦν γαμέτης μοι | |
Βίκτωρ, ὃς θάψας γράμμ’ ἐχάραξε τόδε. | |
b.1/5 | {²5 lines missing.}² |
6 | τίς οὐχὶ τέχναν [—] |
τοσοῦτον ἐξήνθησε [—] | |
ὡς καὶ θεῶν τὸ πλεῖον ἐν[—] | |
c.1/4 | {²4 lines missing.}² |
5 | [—]η δόντες |
[—]εντες ὕπνον | |
[— καὶ] εἰλαπίνης ἀπόλαυε | |
[—] ἐξαπίνης θάνατος. | |
d.1 | [τίς εὐπρεπέ]σιν γλυφαῖσιν εἵδρυσεν τά[φον,] |
τίς τᾷ τέχνᾳ τὸ κάλλος ἠγλαΐσατο, | |
τίς ἁ περισσόμορφος ἐν τύποις γυνά, | |
μάνυε· θνατὰν ἢ Κύπριν δέδορκά σε; | |
5 | θνατάν με Πῶλλαν, οὐχὶ τὰν θεὰν Κύπριν |
λεύσεις γλυφαῖσιν ἠγλαϊσμέναν, ξένε, | |
κάλλους δὲ νείκαν στέφανον εὐανθῆ κρατῶ, | |
[γλύψαν]τος? ἁμᾶς Βίκτορος ξυνευνέτα. |