Funerary inscriptions in elegiacs and iambics for Polla of Smyrna by husband Victor; 3b; found between Mersinli and Bornova: Fontrier, REA 2, 1900, 253-255; *ISmyrna 544 + II 2 p. 374.  
[ ] ISmyrn 544 + II2 p. 374
a.1 [ἄρμ]ενον, ὦ παροδεῖτα, ποιεῖς τύπον ἀμὸν ἀθρήσ[ας]
καὶ δακρύων ὄμβρους χευόμενος κατὰ γῆς.
πάντες γὰρ συνέκρειναν ἐμοὶ χρυσῆν Ἀφροδείτην
καὶ νῦν ἐν φθιμένοις εἶσον ἔχω τὸ κλέος.
5 εἰ δὲ θέλεις γνῶναι, τίς καὶ πόθεν ἢ τίς ὁ θάψας,
ὄφρ’ ἀπ’ ἐμῆς στήλης πάντα μάθῃς ἀτρεκῶς·
Πῶλλα μὲν οὔνομά μοι, Σμύρνη πατρίς, ἦν γαμέτης μοι
Βίκτωρ, ὃς θάψας γράμμ’ ἐχάραξε τόδε.
b.1/5 {²5 lines missing.}²
6 τίς οὐχὶ τέχναν [—]
τοσοῦτον ἐξήνθησε [—]
ὡς καὶ θεῶν τὸ πλεῖον ἐν[—]
c.1/4 {²4 lines missing.}²
5 [—]η δόντες
[—]εντες ὕπνον
[— καὶ] εἰλαπίνης ἀπόλαυε
[—] ἐξαπίνης θάνατος.
d.1 [τίς εὐπρεπέ]σιν γλυφαῖσιν εἵδρυσεν τά[φον,]
τίς τᾷ τέχνᾳ τὸ κάλλος ἠγλαΐσατο,
τίς ἁ περισσόμορφος ἐν τύποις γυνά,
μάνυε· θνατὰν ἢ Κύπριν δέδορκά σε;
5 θνατάν με Πῶλλαν, οὐχὶ τὰν θεὰν Κύπριν
λεύσεις γλυφαῖσιν ἠγλαϊσμέναν, ξένε,
κάλλους δὲ νείκαν στέφανον εὐανθῆ κρατῶ,
[γλύψαν]τος? ἁμᾶς Βίκτορος ξυνευνέτα.
Search Help
Contact Us