Funerary inscription in elegiacs for Paula; 1/2; probably from Smyrna: Keil, AAWW 90, 1953, 20, no. 2 (PH); Peek, GV I 1545; SEG 14, 755; ILeyden 68; Peek, Griech. Grabged. 335; SEG 18, 501; *ISmyrna 549 (PH).  
[ ] ISmyrn 549
1 τέκνον ἐμὸν Παῦλα, φθιν<ύ>θ<ω> δακρύοι<ς> σε βοῶσα,
τοῖά τις ἀλκυὼν παῖδας ὀδυρομένη.
κωφ<αὶ> δ’ ἀνταχοῦσι πέτρ<αι> κ<αὶ> τύνβος ἀπεχθής,
ὃς τὸν ἐμῶν τοκετῶν ἔσβεσεν ἠέλιον.
5 ἀεὶ δ’ ὡς Νιόβη πέτρινον δάκρυ πᾶσιν ὁρῶμαι
ἀνθρώποις ἀχ<έ>ων πένθος ἔχουσα μόνη.
ὦ τάφε καὶ δαίμων, μικρὸν μέθες ἰς φάος ἐλθεῖν
παῖδαν ἐμὴν Παῦλαν, δοῖς δέ μοι εἰσιδ<έ>ειν.
οὔ σοι Φερσεφόνη τόδε μέμψεται οὐδέ τις Ἅδῃ?,
10 ἢν τόσον †ΑΝΤΗΙΣΕΣ† παῖδα ἐμὴν κατ’ ὄναρ.
Παῦλα χρηστὴ χαῖρε.
Search Help
Contact Us