Funerary inscription in elegiacs for Paula; 1/2; probably
from Smyrna: Keil, AAWW 90, 1953, 20, no. 2 (PH); Peek, GV I
1545; SEG 14, 755; ILeyden 68; Peek, Griech. Grabged. 335; SEG
18, 501; *ISmyrna 549 (PH).
[ ]
ISmyrn 549
1 | τέκνον ἐμὸν Παῦλα, φθιν<ύ>θ<ω> δακρύοι<ς> σε βοῶσα, |
τοῖά τις ἀλκυὼν παῖδας ὀδυρομένη. | |
κωφ<αὶ> δ’ ἀνταχοῦσι πέτρ<αι> κ<αὶ> τύνβος ἀπεχθής, | |
ὃς τὸν ἐμῶν τοκετῶν ἔσβεσεν ἠέλιον. | |
5 | ἀεὶ δ’ ὡς Νιόβη πέτρινον δάκρυ πᾶσιν ὁρῶμαι |
ἀνθρώποις ἀχ<έ>ων πένθος ἔχουσα μόνη. | |
ὦ τάφε καὶ δαίμων, μικρὸν μέθες ἰς φάος ἐλθεῖν | |
παῖδαν ἐμὴν Παῦλαν, δοῖς δέ μοι εἰσιδ<έ>ειν. | |
οὔ σοι Φερσεφόνη τόδε μέμψεται οὐδέ τις Ἅδῃ?, | |
10 | ἢν τόσον †ΑΝΤΗΙΣΕΣ† παῖδα ἐμὴν κατ’ ὄναρ. |
Παῦλα χρηστὴ χαῖρε. |