Funerary inscription, partly in elegiacs, for husband Ti(berius) Cl(audius) Agathopous and son Ti(berius) Cl(audius) Iulianus by I(ulia) Tyrannion; 2; found at Kokluca: Weber, MDAI(A) 23, 1898, 496, no. 1; Peek, GV I 1879; *ISmyrna 551 (PH).  
[ ] ISmyrn 551
1 Ἰ(ουλία) Τυράννιον Τι(βερίῳ) Κλ(αυδίῳ) Ἀγαθόποδι τῶι
ἀνδρὶ καὶ Τι(βερίῳ) Κλ(αυδίῳ) Ἰουλιανῶι τῶι τέκνωι μνήας
χάριν.  %⁸⁰ μῆτερ, τί στενάχεις, τί δάκρυσι ἐνθάδε
μύρῃ;  ὥς ἐφάνη Μοίραις ἐμὲ τὸν νέον ὧδ-
5 ε κατελθεῖν λείψαντι ζωιὴν καὶ ὁμήλικας·
ἀλλ’ ὑπὸ Λήθην βῆι πατὴρ σὺν ἐμοί· τοῦ-
το φιλοτεκνία.  %⁸⁰ οὐκ ἐφάνην ψευστὴς ἐπὶ
σοί, τέκνον, ἀλλ’ ὑπὸ Λήθην ἦλθον λιπὼν
ζωιὴν καὶ φιλ[ί]α̣ν γαμέτιν.
10 χαίρειν πᾶσι φίλοις
κατακείμενος ἔνθα παραινῶ καὶ μετέχειν
ζωιῆς· ὧδε γάρ ἐστ’ Ἀΐδης.  ❦
Search Help
Contact Us