Funerary epigram in elegiacs for Hikesios Theudotou and
Hermippos Theudotou; II/I; found at Smyrna: CIG 3333; Kaibel 241;
Cougny, Anth. Pal. Append. II no. 634; Michaelis, Anc. Marbles
577, no. 147; Peek, GV I 701; Pfuhl & Möbius 1102 (PH); *ISmyrna
523 (PH) + II 2 p. 373.
[ ]
ISmyrn 523 + II2 p. 373
1 | οἱ δισσοὶ συνόμαιμοι, ἰὼ ξένε, τῶιδ’ ὑπὸ τύμβωι |
ἄψαυστοι τέκνων κείμεθα κουριδίων· | |
Ἱκέσιος κἀγὼ νεαρὰν πληρούμενος ἥβαν | |
Ἕρμιππος κρυερὸν τόνδε ἔχομεν θάλαμον | |
5 | Ἅιδαν ἐγκύρσαντες ἀλάμπετον· εὐγενέτη<ς> δέ |
Θεύδοτος οὐ στυγερὸν πένθος ἐφεῖδε πατήρ. | |
μήτηρ δὲ ἡ δύστηνος ὀδύρεται, οἷά τις ἀκταῖς | |
ἀλκυονὶς γοεροῖς δάκρυσι μυρομένα, | |
μητρὶς ἡ λιπάδελφος <ἐ>ρημωθεῖσα δὲ τέκνων | |
10 | γηραιὸμ βιοτᾶς τέρμα ἐνέπλησε κακόν. |