Funerary inscription in elegiacs for Herakleides, son of Zmertomara; 1; found at Smyrna: CIG 3326; Kaibel 239; Peek, GV I 771; Pfuhl & Möbius 329; *ISmyrna 552 + II 2 p. 374.  
[ ] ISmyrn 552 + II2 p. 374
1 ἅδ’ Ἡρακλείδην κατέχει κόνις, ὃμ β<α>ρὺς Ἅιδας
εἴρυσεν ἀϊθέων ἥλικος ἐξ ἀγέλας·
ἄρτι γὰρ εὐμόχθου ἐπὶ γυμνάδ<ο>ς ἁγνὸν ἐφήβου
σχῆμα λαχὼν ἑρατὰν ὤλεσεν ἁλικίαν·
5 ἄρτι δ’ ἀριθμὸν ἐτῶν ἓξ καὶ δέκα τερπνὸς ἀμείβων
Ζμερτομάραι στυγερὸν ματρὶ λέλοιπε γόον.
Search Help
Contact Us