Funerary inscription in iambics for Apion Bionos; II?;
provenance unknown, once in Smyrna: CIG 3273; Kaibel 236; Cougny,
Anth. Pal. Append. II no. 632; Sotheby’s Cat., Apr. 30, 1915, 15,
pl. 3 (PH) (non vidi); Peek, GV I 804; Peek, Griech. Grabged.
234; Pfuhl & Möbius 1451; *ISmyrna 524 + II 2 p. 373.
[ ]
ISmyrn 524 + II2 p. 373
1 | υἱὸς Βίωνος Ἀπίων μὲν οὑνθάδε |
ἄτεκνος, ἄωρος, εἴκοσι πλήσας ἔτη | |
καὶ τρί’ ἐπὶ τούτοις, οἰκτρὸς ἐν τρισὶ ἡμέραις | |
θανὼν ποθεινὸς τοῖς γονεῦσι γενόμενος· | |
5 | ὧι παστὸν οὐθείς, οὐχ ὑμέναιον ἦισέ τις, |
οὐ λαμπάδ’ ἧψε νυμφικήν, γόοισι δέ | |
καὶ δακρύοις πολλοῖσιν ἐνθάδ’ ἤγαγον, | |
οὗπερ κατοικεῖν δεῖ με τὸν λοιπὸν χρόνον. | |
μᾶλλον δὲ κλαύσας, πάροδε, τὴν ἐμὴν τύχ̣ην | |
10 | βαῖν’ οὗ φίλον σοι καὶ τύχοις ὅσων θέλεις. |