Letter of Septimius Severus and Caracalla to Smyrna granting privileges to sophist Claudius Rufinus; AD 198/209; found at Smyrna: CIG 3178; Lafoscade, De epist. 33, no. 72; Syyll.3 876; Abbott & Johnson 127; IGRR IV 1402; *ISmyrna 602 + II 2 p. 376.  
[ ] ISmyrn 602 + II2 p. 376
1 οἱ θειότατοι αὐτοκράτορες Σεουῆρος καὶ Ἀντωνεῖνος Καίσαρες Σμυρναίοις·
εἰ Κλαύδιος Ῥουφῖνος ὁ πολείτης ὑμῶν ὁ διὰ τὴν προαίρεσιν,
ᾗ σύνεστιν ἐπὶ παιδείᾳ, καὶ τὸν ἐν λόγοις συνεχῆ βίον τὴν
προκειμένην τοῖς σοφισταῖς κατὰ τὰς θείας τῶν προγόνων
5 ἡμῶν διατάξεις ἀτέλειαν τῶν λειτουργιῶν καρπούμενος
ὑμῶν αὐτὸν ἑκουσίῳ ἀνάγκῃ προκαλουμένων ὑφέστη τὴν
στρατηγίαν κατὰ τὸ πρὸς τὴν πατρίδα φίλτρον, τὴν γοῦν εἰς τὰ
ἄλλα μένειν ἀπραγμοσύνην ἀκείνητον αὐτῷ δικαιότατόν
ἐστιν· οὐ γὰρ ἄξιον τῷ ἀνδρὶ τὴν εἰς ὑμᾶς φιλοτειμίαν γενέ-
10 σθαι ζημίαν, καὶ μάλιστα ταύτην ὑμῶν αἰτούντων ὑπὲρ
αὐτοῦ τὴν χάριν. vacat εὐτυχεῖτε.
ἐπρέσβευον Αὐρ(ήλιος) Ἀντωνεῖνος καὶ Αἴλιος Σπηρᾶτος.
Search Help