Treaty of sympoliteia between Smyrna and Magnesia (Sip.), with oaths; 245/243? BC; probably from Smyrna: CIG 3137, ll. 34-88; Hicks 176.II; Syll1 171, ll. 34-88; Michel 19, ll. 34-88; OGIS 229.II; Schmitt, Staatsverträge III 492.II; IMag. Sip. 1.II (PH); *ISmyrna 573.II + II 2 p. 376.  
[ ] ISmyrn 573II + II2 p. 376
34 ἐπὶ ἱερέως Ἡγησίου, στεφανηφόρου δὲ Πυθοδώρου, μηνὸς Ληναιῶ[ν]ος· ἀγαθῆι τύχηι· ἐπὶ τοῖσδε συνέθεντο τὴμ φιλίαν Σμυρναῖ[οί]
35 τε καὶ οἱ ἐμ Μαγνησίαι κάτοικοι, οἵ τε κατὰ πόλιν ἱππεῖς καὶ πεζοὶ κα[ὶ οἱ] ἐν τοῖς ὑπαίθροις καὶ οἱ ἄλλοι οἰκηταί, καὶ τὴμ πολιτείαν ἔδωκαν
Σμυρναῖοι τοῖς ἐμ Μαγνησίαι κατοίκοις, τοῖς τε κατὰ πό[λ]ιν ἱππεῦσι καὶ πεζοῖς καὶ τοῖς ὑπαίθροις καὶ τοῖς οἰκοῦσι
τὴμ πόλιν, ἐφ’ ὅτωι τὴμ μὲν συμμαχίαν καὶ τὴν εὔνοιαν τὴν εἰ[ς] τὰ πράγματα τὰ τοῦ βασιλέως Σελεύκου διατηρήσουσιν οἱ ἐμ
Μαγνησίαι τῶι βασιλεῖ Σελεύκωι μετὰ πάσης προθυμίας εἰς ἅπαντα τ[ὸγ] χρόνον, καὶ ὅσα παρείληφαν παρὰ τοῦ βασιλέως Σελεύκου φυλάξαντες
εἰς δύναμιν εἶναι τὴν αὑτῶν ἀποδώσουσιν τῶι βασιλεῖ Σελεύκω[ι· πολ]ιτεύσονται δὲ μετὰ Σμυρναίων κατὰ τοὺς τῆς πόλεως νόμους
40 [ἀ]στασιάστως τὸν αὐτὸν ἐχθρὸγ καὶ φίλον ἡγούμενοι Σμυρναίο[ις· ὀμ]οῦνται δὲ καὶ οἱ ἐμ Μαγνησίαι Σμυρναίοις καὶ Σμυρναῖοι τοῖς ἐμ
Μαγνησίαι ἑκάτεροι αὐτῶν τὸν ὅρκον τὸν ἐν τῆι ὁμολογίαι ὑπο[γε]γραμμένον· συντελεσθέντων δὲ τῶν ὅρκων τὰ μὲν ἐγκλήματα αὐ-
τοῖς τὰ γεγενημένα κατὰ τὸμ πόλεμον ἤρθω πάντα καὶ μὴ ἐξέστω [μηδὲ] ἑτέροις ἐγκαλέσαι περὶ τῶγ κατὰ τὸν πόλεμον γεγενημένων μή[τε]
διὰ δίκης μήτε κατ’ ἄλλον τρόπομ μηθένα· εἰ δὲ μή, πᾶν τὸ ἐπιφερόμε[ν]ον ἔγκλημα ἄκυρον ἔστω· δεδόσθαι δὲ τοῖς ἐμ Μαγνησίαι κατοίκ[οις],
τοῖς τε κατὰ πόλιν ἱππεῦσι καὶ πεζοῖς καὶ τοῖς ὑπαίθροις, πολιτεί[α]ν ἐν Σμύρνηι ἐφ’ ἵσηι καὶ ὁμοίαι τοῖς ἄλλοις πολίταις· ὁμοίως δὲ δε[δόσθαι]
45 τὴμ πολιτείαν καὶ τοῖς ἄλλοις τ[οῖς ο]ἰκοῦσιν ἐμ Μαγνησίαι ὅσοι ἂν ὦσιν [ἐ]λεύθεροί τε καὶ Ἕλληνες· ἀνενεγκάτωσαν δὲ τοὺς μὲγ καταλοχισμ[οὺς]
[τ]ῶν ἐμ Μαγνησίαι ἱππέων τε καὶ πεζῶν τῶν τε κατὰ πόλιγ καὶ τῶν ὑπαί[θ]ρων οἱ ὄντες γραμματεῖς τῶγ ταγμάτων ἐπὶ τὸν δῆμον, τῶν δὲ ἄλ[λων]
οἰκητῶν τὴν γραφ[ὴν οἱ] ἀποδειχθέντες ὑπὸ τῶν ἐμ Μαγνησίαι κατοίκω[ν] ἄνδρες· ὅταν δὲ τιθῶνται τοὺς καταλοχισμοὺς οἱ γραμματεῖς καὶ οἱ
[ἄ]νδρες οἱ ἀ[πο]δειχθέντες τὴγ γραφὴν τῶν ἄλλων οἰκητῶν, ὁρκισάτωσαν [αὐ]τοὺς οἱ ἐξετασταὶ ἐπὶ τοῦ μητρώιου ἱεροῖς νεοκαύτοι[ς τοὺς μὲν]
[γραμμ]ατεῖς ἦ μὴν ἀπὸ τοῦ βελτίστου ἀνενηνοχέναι τὴγ γραφὴν τῶν ὄντω[ν π]αρ’ αὐτοῖς κατοίκων ἱππέων καὶ πε[ζῶν, τῶν τε κατὰ πόλιν καὶ τῶν κατὰ τὰ]
50 ὕπαιθρα τασσομένων, τοὺς δὲ ἄνδρας τοὺς ἀ[ναφ]έροντας τὴγ γραφὴν τῶν [ἄλλων οἰκητῶν, ἦ μὴν ἀπὸ τοῦ βελτίστου ἀνενηνοχέναι τὴγ γραφὴν τῶν]
οἰκούντων ἐμ Μαγνησίαι καὶ ὄντων ἐλευθέρων κ[αὶ] Ἑλλήνων· τὰς δὲ ἀνενεχ[θείσας γραφὰς οἱ] ἐξεσταταὶ παραδότωσαν τῶι γραμμα[τοφύ]λακι τῆς
βουλῆς καὶ τοῦ δήμου, ὁ δὲ θέσθω εἰς [τὸ] δημόσιον.  ἐπικληρωσάτωσαν δὲ ο[ἱ ἐξεταστ]αὶ εἰς τὰς φυλὰς τὰ ἀνενεχθέντα ὀνόματα πάντα καὶ ἀ[να]-
γραψάτωσαν εἰς τὰ κληρωτήρια, καὶ ἔστω μετουσία τοῖς ἀναγραφεῖσιν ε[ἰς τὰ κληρ]ωτήρια πάντων ὧγ καὶ τοῖς λοιποῖς πολίταις μέτεστιν·
χρήσθωσαν δὲ οἱ πολιτογραφηθέντες καὶ ἐμ Μαγνησίαι περὶ τῶν συναλλ[αγμάτ]ων καὶ τῶν ἐγκλημάτων τῶμ πρὸς Σμυρναίους τοῖς νόμοις
55 τοῖς Σμυρναίων· δεχέσθωσαν δὲ καὶ ἐμ Μαγνησίαι τὸ νόμισμα τὸ τῆς πόλεως [ἔνν]ομον· καὶ ἄρχοντα δὲ ὃν ἂν ἀποστέλληι ὁ δῆμος κυριεύσοντά τε
τῶγ κλειδῶν καὶ ἐσόμενον ἐπὶ τῆς φυλακῆς τῆς πόλεως καὶ διατηρήσοντα τὴμ πόλιν τῶι βασιλεῖ Σελεύκωι παραδέξονται οἱ ἐμ Μαγνησίαι· δό-
τωσαν δὲ Σμυρναῖοι καὶ εἰς κατασκήνωσιν τοῖς ἀποσκευαζομένοις τῶν ἐκ Μαγν[ησ]ίας οἰκίας κλινῶν ὅσων ἂν τῶι δήμωι δόξηι ἀφ’ οὗ ἂγ χρόνου ἡ ὁμολο-
γία συνσφραγισθ<ῆ>ι εἰς ἑξάμηνον· μισθούσθω δὲ ὁ ταμίας τῶν ὁσίωμ προσόδων [τ]ὰς οἰκίας μετὰ τῶν στρατηγῶγ καὶ τὸ ἀνήλωμα διδότω ἀπὸ τῶν τῆ[ς]
πόλεως προσόδων. ὀμόσαι δὲ τοὺς μὲν ἐμ Μαγνησίαι κατοίκους τῶν τε κατὰ πό[λ]ιν ἱππέων καὶ πεζῶν καὶ τοὺς ἐν τοῖς ὐπαίθροις τασσομένους κα[ὶ]
60 τοὺς ἄλλους τοὺς καταχωριζομένους εἰς τὸ πολίτευμα τόνδε τὸν ὅρκον· ὀμνύω Δία, Γῆν, Ἥλιον, Ἄρη, Ἀθηνᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τὴ[μ]
Μητέρα τὴν Σιπυληνὴν καὶ Ἀπόλλω τὸν ἐμ Πάνδοις καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας καὶ τὴν τοῦ βασιλέως Σελεύκου τύχην· ἐμμενῶ ἐν
ταῖς συνθήκαις αἷς συντέθειμαι πρὸς Σμυρναίους εἰς ἅπαντα τὸγ χρόνον [κ]αὶ διατηρήσω τήν τε συμμαχίαν καὶ τὴν εὔνοιαν τῶι βασιλεῖ Σελεύκωι
καὶ τῆι Σμυρναίων πόλει, καὶ ἃ παρείληφα παρὰ τοῦ βασιλέως Σελεύκου διατηρ[ήσ]ω κατὰ δύναμιν τὴν ἐμὴν καὶ ἀποδώσω τῶι βασιλεῖ Σελεύκωι καὶ οὐθὲν
παραβήσομαι τῶγ κατὰ τὴν ὁμολογίαν οὐδὲ μεταθήσω ἐπὶ τὸ χεῖρον τὰ γεγραμ[μ]ένα ἐν αὐτῆι οὔτε τρόπωι οὔτε μηχανῆι οὐδεμιᾶι· καὶ πολιτεύσομαι μεθ’ ὁ-
65 μονοίας ἀστασιάστως κατὰ τοὺς Σμυρναίων νόμους καὶ τὰ ψηφίσματα τοῦ δ[ή]μου καὶ συνδιατηρήσω τήν τε αὐτονομίαν καὶ δημοκρατίαν καὶ τἆλλα τὰ
ἐπικεχωρημένα Σμυρναίοις ὑπὸ τοῦ βασιλέως Σελεύκου μετὰ πάσης προθυμ[ία]ς ἐμ παντὶ καιρῶι, καὶ οὔτε αὐτὸς ἀδικήσω αὐτῶν οὐθένα οὔτε ἄλλωι ἐπ[ι]-
τρέψω οὐθενὶ κατὰ δύναμιν τὴν ἐμήν· καὶ ἐάν τινα αἰσθάνωμαι ἐπιβουλεύο[ντα] τῆι πόλει ἢ τοῖς χωρίοις τοῖς τῆς πόλεως, ἢ τὴν δημοκρατίαν ἢ τὴν ἰσο-
νομίαν καταλύοντα, μηνύσω τῶι δήμωι τῶι Σμυρναίων καὶ βοιηθήσω ἀγωνιζ[όμ]ενος μετὰ πάσης φιλοτιμίας, καὶ οὐκ ἐγκαταλείψω κατὰ δύναμιν τὴν
ἐμαυτοῦ· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἐξώλεια καὶ αὐτῶι καὶ γέ[νει τ]ῶι ἐξ ἐμοῦ. ὀμόσαι δὲ καὶ Σμυρναίους τοῖς ἀπὸ Μαγνησίας τὸν ὅρκον
70 τόνδε· ὀμνύω Δία, Γῆν, Ἥλιον, Ἄρη, Ἀθηνᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τὴμ Μη[τέρ]α τὴν Σιπυληνὴν καὶ Ἀφροδίτην Στρατονικίδα καὶ τοὺς ἄλλους θεοὺς
πάντας καὶ πάσας· ἐμμενῶ ἐν ταὶς συνθήκαις αἷς συντεθείμεθα πρὸς τοὺς [ἐμ Μ]αγνησίαι κατοίκους, τούς τε κατὰ πόλιν ἱππεῖς καὶ πεζοὺς καὶ τοὺς ἐν τ[οῖς]
ὑπαίθροις τασσομένους καὶ τοὺς ἄλλους τοὺς καταχωριζομένους εἰς τὸ [πολί]τευμα, εἰς ἅπαντα τὸγ χρόνον οὐθὲν παραβαίνων τῶγ κατὰ τὴν ὁμολογίαν
οὐδὲ μετατιθεὶς ἐπὶ τὸ χεῖρον τὰ γεγραμμένα ἐν αὐτῆι, οὔτε τέχνηι οὔτε [μηχα]νῆι οὐδεμιᾶι.  καὶ εὐνοήσω καὶ βασιλεῖ Σελεύκωι καὶ τοῖς ἐκ Μαγνησίας κα-
τοίκοις τοῖς τε κατὰ πόλιν καὶ τοῖς ὑπαίθροις καὶ τοῖς ἄλλοις τοῖς οἰκο[ῦσιν ἐμ] Μαγνησίαι ὅσοι εἰσὶν ἐλεύθεροί τε καὶ Ἕλληνες, καὶ ποιήσομαι αὐτοὺς
75 πολίτας πάντας καὶ τοὺς ἐκγόνους αὐτῶν ἐφ’ ἵσηι καὶ ὁμοίαι τοῖς ἄλλοις πολί[ταις κ]αὶ εἰς φυλὰς αὐτοὺς ἐπικληρώσας καταχωριῶ εἰς ἣν ἂν ἕκαστοι λάχωσιν
καὶ οὔτε αὐτὸς ἀδικήσω αὐτ[ῶν] οὐθένα οὔτε ἄλλωι ἐπιτρέψω οὐθενὶ κατὰ δ[ύν]αμιν τὴν ἐμὴν· καὶ ἐάν τινα αἰσθάνωμαι ἐπιβουλεύοντα αὐτοῖς ἢ τοῖς ἐκγό[νοις]
αὐτῶν ἢ τοῖς ὑπάρχουσιν αὐτῶν, μηνύσω ὡς ἂν τάχιστα δύνωμαι, καὶ βοι[ηθήσ]ω μετὰ φιλοτιμίας· καὶ μετουσίαν αὐτοῖς δώσω τῶν τε ἀρχείων καὶ τῶν ἄ[λλων]
τῶν κοινῶν τῆς πόλεως, ὧν καὶ οἱ ἄλλοι πολῖται μετέχουσιν· εὐορκοῦ[ντι μέμ] μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἐξώλεια καὶ αὐτῶι καὶ γένει τῶι ἐξ ἐμοῦ. ἀποδ[ειξά]-
τωσαν δὲ Σμυρναῖοί τε καὶ οἱ ἀπὸ Μαγνησίας ἄνδρας [ἑκάτεροι αὐτῶν ὅσους] ἂν ἑκάτεροι ὑπολανβάνωσιν ἱκανοὺς εἶναι, τοὺς ὁρκιοῦντας τὸ πλῆθος
80 τῶν τε ἐν Σμύρνηι καὶ τῶν ἐμ Μαγνησίαι· οἱ δὲ [ὁρκιζέτωσαν προγράψα]ντες τῆι πρότερον ἡμέραι ἐνδημεῖν τοὺς ἐν τῆι πόλει ὡς τοῦ ὅρκου συν[τε]-
λεσθησομένου τοῦ κατὰ τὴν ὁμολογίαν· [ὁρ]κιζέτωσ[αν δὲ τὸν προγεγραμμένον ὅρκ]ον οἱ μὲν ἐκ Μαγνησίας ἀποδειχθέντες Σμυρναίους, οἱ δὲ ἐξ Σμύρνης τοὺς ἐμ
Μαγνησίαι· τὰ δὲ ἱερεῖα τὰ εἰς τὰ [ὁρ]κωμόσια ἐν Σμύρνηι [δότω ὁ ταμίας Καλ]λῖνος ἀφ’ ὧν ἂν ψηφίσηται ὁ δῆμος, ἐν δὲ Μαγνησίαι οἱ ταμίαι, οἷς ἂν τὸ πλῆθος ἐπι-
τάξηι. ἀναγραψάτωσ[αν] δὲ καὶ τὴν ὁμολογίαν ἐν στήλα[ις λευκολίθοις καὶ ἀναθ]έτωσαν Σμυρναῖοι μὲν ἐν τῶι τῆς Ἀφροδίτης τῆς Στρατονικίδος ἱερῶι καὶ
ἐμ Μαγνησίαι τῆι πρὸς τῶι Μαιάνδρωι ἐν τῶι τῆς Ἀρτέμιδ[ος τῆς Λευκοφρυη]νῆς ἱερῶι, οἱ δὲ ἐμ Μαγνησίαι κάτοικοι ἔν τε τῆι ἀγορᾶι παρὰ τὸν βωμὸν τοῦ
85 Διον[ύσ]ου καὶ τὰς τῶν βασιλέων εἰκόνας καὶ ἐμ Πάνδοις ἐν [τῶι ἱερῶι τοῦ] Ἀπόλλωνος καὶ ἐγ Γρυνέωι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· ἀναγραψάτω δὲ καὶ ὸ γραμ-
ματοφύλαξ τῆς βουλῆς καὶ τοῦ δήμου τὰ ἀντίγραφα τῆς ὁμολογίας [εἰς τὸ δημ]όσιον· συνσφραγισάσθωσαν δὲ τὰς ὁμολογίας τὴμ μὲν Σμυρναίοις δοθησομένην
οὓς ἂν ἀποδείξηι τὸ κοινὸν τῶν ἐμ Μαγνησίαι τοῖς τε ἑαυτῶν δακτυλίοις κα[ὶ τ]ῶι ὑπάρχοντι κοινῶι, τὴν δὲ εἰς Μαγνησίαν δοθησομένην σφραγισάσθωσαν Σμυρνα[ίων]
οἵ τε στρατηγοὶ καὶ οἰ ἐξεσταταὶ τῶι τε τῆς πόλεως δακτυλίωι καὶ τοῖς αὐτῶν.  ταῦτα δὲ ἀμφοτέροις τοῖς πλήθεσιν συντετελέσθαι τύχηι τῆι ἀγαθῆι. vacat
Search Help
Contact Us