Decree of demos (of Smyrna) including Palaimagnesia in
sympoliteia between (Smyrna) and Magnesia (Sip.); 245/243? BC;
probably from Smyrna: CIG 3137, ll. 89-108; Hicks 176.III; Syll41
171, ll. 89-108; Michel 19.III; OGIS 229.III; Schmitt,
Staatsverträge III 492.III; IMag. Sip. 1.III (PH); *ISmyrna
573.III + II 2 p. 376.
[ ]
ISmyrn 573III + II2 p. 376
89 | ἔδοξεν τῶι δήμωι, στρατηγῶν γνώμη· ἐπειδὴ προνοῶν ὁ δῆμος ὑπὲρ ἁπάντων [τ]ῶν τοῦ βασιλέως Σελεύκου συμφερόντων διετέλει καὶ πρότερον τήν τε βασιλεί[αν] |
90 | αὐτοῦ συναύξων καὶ τὰ πράγματα διατηρῶν καθ’ ὅσον ἦν δυνατός, καὶ πολλὰ μὲν περιεῖδεν ἀπολλύμενα καὶ καταφθειρόμενα τῶν ὑπαρχόντων, πολλοὺς δὲ ὑπέμειν[εν] |
κινδύνους ἕνεκεν τοῦ διατηρῆσαι τὴν φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον, καὶ νῦν φιλοτιμούμενος αὐτῶι συνδιατηρῆσαι καὶ συνέχειν τὰ πράγματα καθ’ ὅ[σον] | |
ἐνδεχόμενόν ἐστιν, τήν τε πρὸς τοὺς ἐμ Μαγνησίαι κατοίκους καὶ τοὺς ὑπαίθρους ἱππεῖς καὶ τοὺς πεζοὺς στρατιώτας καὶ τοὺς ἄλλους τοὺς οἰκοῦντας ἐμ Μα- | |
γνησίαι συντέθειται φιλίαν, ἵνα διαφυλάσσωσιν τὴν συμμαχίαν καὶ τὴν εὔνοιαν τῶι βασιλεῖ Σελεύκωι· νομίζω[ν] δὲ [ἀ]ναγκαῖον εἶναι τῆι πόλει παραλαβεῖν καὶ τὸ | |
χωρίον Παλαιμαγνησίαν καὶ ποιήσασθαι τὴν φυλακὴν δι’ αὐτοῦ, ἵνα καὶ τούτου παραληφθέντος ὑπὸ τῆς πόλεως ἀσφαλέστερον διαμένηι πάντα τὰ σύνεγγυ[ς] | |
95 | πράγματα τῶι βασιλεῖ Σελεύκωι, διεπέμψαντο πρὸς τοὺς οἰκοῦντας ἐν τῶι χω[ρ]ίωι καὶ παρεκάλεσαν αὐτοὺς αἱρεῖσθαι τὴν φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον |
καὶ παραδοῦναι τὰς κλεῖδας τῶι ἄρχοντι τῶι ἀποσταλέντι ὑπὸ τοῦ δήμου καὶ πα[ρ]αδέξ[α]σθαι φυλακὴν τὴν συνδιατηρήσουσαν μετ’ αὐτῶν τὸ χωρίον τῶι βασιλεῖ | |
Σελεύκωι, ἐπαγγελλόμενος ταῦτα ποιησάντων αὐτῶν ὑπάρξειν αὐτοῖς παρὰ τῆς πόλεως πάντα τὰ φιλάνθρωπα καὶ καλῶς ἔχοντα, οἱ δὲ οἰκοῦντες ἐν τῶι | |
χωρίωι ἑλόμενοι τὴμ φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον μετὰ πάσης προ[θ]υμίας προσεδέξαντο τἀξιούμενα ὑπὸ τοῦ δήμου καὶ τάς τε κλεῖδας παραδεδώκασι[ν] | |
τῶι ἄρχοντι τῶι ἀπεσταλμένωι ὑπὸ τοῦ δήμου καὶ τὴν φυλακὴν τὴν παρὰ τῆς πόλεως παρεδέξαντο εἰς τὸ χωρίον· ἀγαθῆι τύχηι· δεδόχθαι πολίτας τε αὐτοὺς εἶν[αι] | |
100 | καὶ ὑπάρχειν αὐτοῖς τὰ αὐτὰ ὅσα καὶ τοῖς ἄλλοις πολίταις ὑπάρχει, καὶ τούς τε κ[λ]ήρους αὐτῶν τοὺς δύο, ὅν τε ὁ θεὸς καὶ σωτὴρ Ἀντίοχος ἐπεχώρησεν αὐτοῖς καὶ περὶ ο[ὗ] |
Ἀλέξανδρος γεγράφηκεν, εἶναι αὐτοῖς ἀδεκατεύτους, καὶ ἐὰν προσορισθῇ ἡ χώρα, ἣν ἔχουσιν οἱ πρότερον ὄντες ἐμ Μαγνησίαι κάτοικοι, τῆι πόλει τῆι ἡμετέραι, | |
ὑπάρχειν αὐτοῖς τοὺς τρεῖς κλήρους δωρεὰν καὶ τὴν ἀτέλειαν αὐτοῖς μέ[ν]ειν τὴν νῦν ὑπάρχουσαν· καὶ ὅσοι αὐτῶν εἰσιν ἀκληρούχητοι, δοθῆναι αὐτοῖς κλῆρο[ν] | |
ἱππικὸν δωρεὰν τῶν παρακειμένων τῶι χωρίωι· ὑπάρχειν δὲ καὶ Τίμωνι κα[ὶ τ]οῖς πεζοῖς τοῖς τεταγμένοις ὑπὸ Τίμωνα τοῖς ἀποταχθεῖσιν ἀπὸ τῆς φάλαγγο[ς] | |
ἐπὶ τὴν φυλακὴν τοῦ χωρίου τήν τε πολιτείαν καὶ τὴν αὐτὴν ἀτέλειαν [ἣ κ]αὶ τοῖς ἄλλοις ὐπάρχει, καὶ εἶναι αὐτοὺς ἐν τῶι χωρίωι· ὑπάρχειν δὲ καὶ Ὠμάνει καὶ το[ῖς] | |
105 | Πέρσαις τοῖς ὑπὸ Ὠμάνην καὶ τοῖς ἀπὸ Σμύρνης ἀποσταλεῖσιν ἐπὶ τὴν [φ]υλακὴν τοῦ χωρίου, Μενεκλεῖ τε καὶ τοῖς ὑπ’ αὐτὸν τασσομένοις, τήν τε πολιτεία[ν] |
καὶ τἆλλα φιλάνθρωπα, ἃ καὶ τοῖς ἄλλοις τοῖς ἐκγ Μαγνησίας ἐψήφισται, κ[αὶ] προνοῆσαι τὸν δῆμον ὅπως αὐτοῖς διδῶται ἐκ βασιλικοῦ τά τε μετρήματα καὶ τὰ ὀψώνια | |
τἆλλα ὅσα εἰώθει ἐκ βασιλικοῦ δίδοσθαι αὐτοῖς. τὸ δὲ ψήφισμα τόδε ἀν[αγ]ράψαι εἰς τὰς στήλας τὰς ἀνατεθησομένας ἐν τοῖς ἱεροῖς ὑπό τε τοῦ δήμου καὶ [τῶν] | |
ἐκγ Μαγνησίας· ἀναγεγράφθαι δὲ αὐτὸ καὶ ἐν τοῖς δημοσίοις. vacat |