Decree of demos (of Smyrna) including Palaimagnesia in sympoliteia between (Smyrna) and Magnesia (Sip.); 245/243? BC; probably from Smyrna: CIG 3137, ll. 89-108; Hicks 176.III; Syll41 171, ll. 89-108; Michel 19.III; OGIS 229.III; Schmitt, Staatsverträge III 492.III; IMag. Sip. 1.III (PH); *ISmyrna 573.III + II 2 p. 376.  
[ ] ISmyrn 573III + II2 p. 376
89 ἔδοξεν τῶι δήμωι, στρατηγῶν γνώμη· ἐπειδὴ προνοῶν ὁ δῆμος ὑπὲρ ἁπάντων [τ]ῶν τοῦ βασιλέως Σελεύκου συμφερόντων διετέλει καὶ πρότερον τήν τε βασιλεί[αν]
90 αὐτοῦ συναύξων καὶ τὰ πράγματα διατηρῶν καθ’ ὅσον ἦν δυνατός, καὶ πολλὰ μὲν περιεῖδεν ἀπολλύμενα καὶ καταφθειρόμενα τῶν ὑπαρχόντων, πολλοὺς δὲ ὑπέμειν[εν]
κινδύνους ἕνεκεν τοῦ διατηρῆσαι τὴν φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον, καὶ νῦν φιλοτιμούμενος αὐτῶι συνδιατηρῆσαι καὶ συνέχειν τὰ πράγματα καθ’ ὅ[σον]
ἐνδεχόμενόν ἐστιν, τήν τε πρὸς τοὺς ἐμ Μαγνησίαι κατοίκους καὶ τοὺς ὑπαίθρους ἱππεῖς καὶ τοὺς πεζοὺς στρατιώτας καὶ τοὺς ἄλλους τοὺς οἰκοῦντας ἐμ Μα-
γνησίαι συντέθειται φιλίαν, ἵνα διαφυλάσσωσιν τὴν συμμαχίαν καὶ τὴν εὔνοιαν τῶι βασιλεῖ Σελεύκωι· νομίζω[ν] δὲ [ἀ]ναγκαῖον εἶναι τῆι πόλει παραλαβεῖν καὶ τὸ
χωρίον Παλαιμαγνησίαν καὶ ποιήσασθαι τὴν φυλακὴν δι’ αὐτοῦ, ἵνα καὶ τούτου παραληφθέντος ὑπὸ τῆς πόλεως ἀσφαλέστερον διαμένηι πάντα τὰ σύνεγγυ[ς]
95 πράγματα τῶι βασιλεῖ Σελεύκωι, διεπέμψαντο πρὸς τοὺς οἰκοῦντας ἐν τῶι χω[ρ]ίωι καὶ παρεκάλεσαν αὐτοὺς αἱρεῖσθαι τὴν φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον
καὶ παραδοῦναι τὰς κλεῖδας τῶι ἄρχοντι τῶι ἀποσταλέντι ὑπὸ τοῦ δήμου καὶ πα[ρ]αδέξ[α]σθαι φυλακὴν τὴν συνδιατηρήσουσαν μετ’ αὐτῶν τὸ χωρίον τῶι βασιλεῖ
Σελεύκωι, ἐπαγγελλόμενος ταῦτα ποιησάντων αὐτῶν ὑπάρξειν αὐτοῖς παρὰ τῆς πόλεως πάντα τὰ φιλάνθρωπα καὶ καλῶς ἔχοντα, οἱ δὲ οἰκοῦντες ἐν τῶι
χωρίωι ἑλόμενοι τὴμ φιλίαν τὴν πρὸς τὸν βασιλέα Σέλευκον μετὰ πάσης προ[θ]υμίας προσεδέξαντο τἀξιούμενα ὑπὸ τοῦ δήμου καὶ τάς τε κλεῖδας παραδεδώκασι[ν]
τῶι ἄρχοντι τῶι ἀπεσταλμένωι ὑπὸ τοῦ δήμου καὶ τὴν φυλακὴν τὴν παρὰ τῆς πόλεως παρεδέξαντο εἰς τὸ χωρίον· ἀγαθῆι τύχηι· δεδόχθαι πολίτας τε αὐτοὺς εἶν[αι]
100 καὶ ὑπάρχειν αὐτοῖς τὰ αὐτὰ ὅσα καὶ τοῖς ἄλλοις πολίταις ὑπάρχει, καὶ τούς τε κ[λ]ήρους αὐτῶν τοὺς δύο, ὅν τε ὁ θεὸς καὶ σωτὴρ Ἀντίοχος ἐπεχώρησεν αὐτοῖς καὶ περὶ ο[ὗ]
Ἀλέξανδρος γεγράφηκεν, εἶναι αὐτοῖς ἀδεκατεύτους, καὶ ἐὰν προσορισθῇ ἡ χώρα, ἣν ἔχουσιν οἱ πρότερον ὄντες ἐμ Μαγνησίαι κάτοικοι, τῆι πόλει τῆι ἡμετέραι,
ὑπάρχειν αὐτοῖς τοὺς τρεῖς κλήρους δωρεὰν καὶ τὴν ἀτέλειαν αὐτοῖς μέ[ν]ειν τὴν νῦν ὑπάρχουσαν· καὶ ὅσοι αὐτῶν εἰσιν ἀκληρούχητοι, δοθῆναι αὐτοῖς κλῆρο[ν]
ἱππικὸν δωρεὰν τῶν παρακειμένων τῶι χωρίωι· ὑπάρχειν δὲ καὶ Τίμωνι κα[ὶ τ]οῖς πεζοῖς τοῖς τεταγμένοις ὑπὸ Τίμωνα τοῖς ἀποταχθεῖσιν ἀπὸ τῆς φάλαγγο[ς]
ἐπὶ τὴν φυλακὴν τοῦ χωρίου τήν τε πολιτείαν καὶ τὴν αὐτὴν ἀτέλειαν [ἣ κ]αὶ τοῖς ἄλλοις ὐπάρχει, καὶ εἶναι αὐτοὺς ἐν τῶι χωρίωι· ὑπάρχειν δὲ καὶ Ὠμάνει καὶ το[ῖς]
105 Πέρσαις τοῖς ὑπὸ Ὠμάνην καὶ τοῖς ἀπὸ Σμύρνης ἀποσταλεῖσιν ἐπὶ τὴν [φ]υλακὴν τοῦ χωρίου, Μενεκλεῖ τε καὶ τοῖς ὑπ’ αὐτὸν τασσομένοις, τήν τε πολιτεία[ν]
καὶ τἆλλα φιλάνθρωπα, ἃ καὶ τοῖς ἄλλοις τοῖς ἐκγ Μαγνησίας ἐψήφισται, κ[αὶ] προνοῆσαι τὸν δῆμον ὅπως αὐτοῖς διδῶται ἐκ βασιλικοῦ τά τε μετρήματα καὶ τὰ ὀψώνια
τἆλλα ὅσα εἰώθει ἐκ βασιλικοῦ δίδοσθαι αὐτοῖς. τὸ δὲ ψήφισμα τόδε ἀν[αγ]ράψαι εἰς τὰς στήλας τὰς ἀνατεθησομένας ἐν τοῖς ἱεροῖς ὑπό τε τοῦ δήμου καὶ [τῶν]
ἐκγ Μαγνησίας· ἀναγεγράφθαι δὲ αὐτὸ καὶ ἐν τοῖς δημοσίοις. vacat
Search Help
Contact Us