Honorary decree of Koinon of Ionians for Hippostratos
Hipp[ode]mos of Miletos, general of King [Lysi]machos; c. 292/288
BC; found at Smyrna, another copy with some variations found at
Miletos: Kumanudes, Palingenesia, Apr. 15, 1872 (non vidi);
Lüders, Bull. Inst. 1872, 250; Michel 485; Syll3 368; *ISmyrna
577 (PH); Miletos 17.
[ ]
ISmyrn 577
1 | ἔδοξεν Ἰώνων τῶι̣ κ̣οινῶι τῶν τρε[ισκαί]- |
δεκα πόλεων· ἐπειδὴ Ἱππόστρατος Ἱππ̣[οδή]- | |
μου Μιλήσιος φίλος ὢν τοῦ βασιλέω[ς Λυσι]- | |
μάχου καὶ στρατηγὸς ἐπὶ τῶμ πόλε̣[ων] | |
5 | τῶν Ἰάδ̣ων κατασταθείς, οἰκείως κ[αὶ φι]- |
λαν̣θρώπως κ̣αὶ ἰδίαι ἑκάστηι τῶμ π[όλεων] | |
καὶ κ̣οινῆι Ἴωσι χρώμενος διατελεῖ, ἀγα[θῆι τύ]- | |
χηι· δεδόχθαι τῶι κοινῶι, ἐπαινέσαι Ἱππ[όστρα]- | |
τον Ἱπποδήμου Μιλήσιον ἀρετῆς ἕνεκ[ε καὶ] | |
10 | εὐνοίας̣ ἣν ἔ̣χων διατελεῖ πρὸ̣ς τὸ κοιν[ὸν τὸ] |
Ἰώνων, καὶ εἶναι αὐτὸν ἀτελῆ πάντων ἐ[ν ταῖς?] | |
πόλεσι ταῖ̣ς τῶν Ἰώνων· ταὐτὰ δὲ ὑπά̣ρ̣[χειν] | |
Ἱπποστ̣ρ̣ά̣τωι αὐτῶι καὶ ἐκγόνοις· στῆσα[ι δὲ αὐ]- | |
τοῦ καὶ εἰ̣κόνα χαλκῆν ἐφ’ ἵππου ἐμ Πανιω̣[νίωι]· | |
15 | ἑλέσθαι δὲ πόλεις δύο ἤδη, αἵτ̣ινες ἐπ̣[ιμελή]- |
σονται, ὅπως ἂ[ν] ἡ̣ εἰκὼν ἡ Ἱπποστράτο[υ στα]- | |
θῆι κ[α]τὰ τάχος, ἵ̣ν̣α̣ καὶ οἱ λοιποὶ πάντες [εἰδῶ]- | |
σιν, ὅτι Ἴωνες τοὺς καλοὺς καὶ ἀγαθοὺ[ς] | |
ἄνδρας καὶ χρείαμ παρεχομένους τα[ῖς πόλε]- | |
20 | σι τιμῶσι δωρεαῖς ταῖς προσηκο[ύ]σαι[ς· ἀπενεγ]- |
κεῖν δὲ ἑκάστους τῶμ βουλε̣υτῶν τὰ ἐγ[νωσμέ]- | |
να Ἴωσι εἰς τ̣ὰς̣ ἰδίας πόλ̣εις̣, ὅπως ὑπά[ρχηι ἐν] | |
τοῖς δημοσίοις ἀναγεγραμμένα τὰ [ἐγνωσ]- | |
μένα ὑπὸ Ἰώνων· τὸ δὲ δόγμα τόδε [ἀναγρά]- | |
25 | [ψαι] εἰς τὸ βάθρον τῆς εἰκόνος τῆ[ς Ἱπποστρά]- |
[του ἐ]μ̣ Π̣[ανι]ω̣[ν]ί̣ω̣[ι καὶ] ἑ̣κ̣[ά]σ̣τ̣η̣[ν τῶμ πόλεωμ] | |
[παρὰ αὑτῆι εἰς στήλην λιθίνην. πόλεις ἡιρέθησαν·] | |
[Μίλητος, Ἀρσινόεια.] |