[ ] CIG 2258
See also:
1 ἡ γενεῆι δόξῃ τε καὶ ἐν Μούσῃσι Τύριννα
ἔξοχος, ἡ πάσης ἄκρα φέρουσ’ ἀρετῆς,
ἐννεάδας τρισσὰς ἐτέων ζήσασα, τοκεῦσιν
δυστήνοις ἔλιπον δάκρυα καὶ στοναχάς.
5 πᾶς γὰρ ἐμοῦ φθιμένης χῆρος δόμος· οὔτε γὰρ αὐτή
λείπομαι, οὔτ’ ἔλιπον βλαστὸν ἀποιχομένη.
ἀντὶ δὲ πατρῴο[ιο?] καὶ ὑψορόφοιο μελάθρου
λειτὴ τοὐμὸν ἔχει σῶμα λαχοῦσα πέτρη.
εἰ δ’ ἦν εὐσεβέων ὅσιος λόγος, οὔποτ’ ἂν οἶκος
10 οὑμὸς ἐμοῦ φθιμένης ταῖσδ’ ἐνέκυρσε τύχαις.
Search Help
Contact Us