1 | [ψυ]χολιπὴς πολύδακρυς Ἐπηράτου ἐνθάδε κεῖται |
[κο]ῦρος, πατρὶ λιπὼν πικρὰ γόων πάθεα | |
[μ]ατρί τε παμπληθὺν θρηνῶν γόον· ἐγ δὲ λοχείας | |
[ὠ]δῖνα στυγερὴν εἰς Ἀίδαν ἔτεκεν. | |
5 | ἄρτι γὰρ ἐξ ὤμων πορπάματα θήκατο κοῦρος |
καὶ παρεφηβείης ἐξετέλει πέρατα. | |
ἄλκιμον ἐν στήθεσσιν ἔχων φρένα· παγκρατίωι δὲ | |
ἀιθέων νίκαν ἤρατο κυδάλιμον. | |
ἡ δὲ βίου στρέπτειρα λίνου κλωστῆρι βιαίωι | |
10 | Μοῖρα Φίλωνι βίου πικρὸν ἔθηκε τέλος. |
δακρυχαρὴς Ἀίδας γὰρ ἀνάρπασεν οὐδ’ ὑμεναίων | |
δαδοῦχον φιλίης τέρψιν ἀειράμενον. | |
Μίνως, ἐν θνατοῖσι δικαστύας ἔξοχα κρείνων, | |
τὸν νέον εὐσεβέων χώρωι ἐναγλάισον. |
Samos
484