[ ] ADAW 1909, 62-63, no. 21
See also:
1 [ψυ]χολιπὴς πολύδακρυς Ἐπηράτου ἐνθάδε κεῖται
[κο]ῦρος, πατρὶ λιπὼν πικρὰ γόων πάθεα
[μ]ατρί τε παμπληθὺν θρηνῶν γόον· ἐγ δὲ λοχείας
[ὠ]δῖνα στυγερὴν εἰς Ἀίδαν ἔτεκεν.
5 ἄρτι γὰρ ἐξ ὤμων πορπάματα θήκατο κοῦρος
καὶ παρεφηβείης ἐξετέλει πέρατα.
ἄλκιμον ἐν στήθεσσιν ἔχων φρένα· παγκρατίωι δὲ
ἀιθέων νίκαν ἤρατο κυδάλιμον.
ἡ δὲ βίου στρέπτειρα λίνου κλωστῆρι βιαίωι
10 Μοῖρα Φίλωνι βίου πικρὸν ἔθηκε τέλος.
δακρυχαρὴς Ἀίδας γὰρ ἀνάρπασεν οὐδ’ ὑμεναίων
δαδοῦχον φιλίης τέρψιν ἀειράμενον.
Μίνως, ἐν θνατοῖσι δικαστύας ἔξοχα κρείνων,
τὸν νέον εὐσεβέων χώρωι ἐναγλάισον.
Search Help
Contact Us