| 1 | [ψυ]χολιπὴς πολύδακρυς Ἐπηράτου ἐνθάδε κεῖται |
| [κο]ῦρος, πατρὶ λιπὼν πικρὰ γόων πάθεα | |
| [μ]ατρί τε παμπληθὺν θρηνῶν γόον· ἐγ δὲ λοχείας | |
| [ὠ]δῖνα στυγερὴν εἰς Ἀίδαν ἔτεκεν. | |
| 5 | ἄρτι γὰρ ἐξ ὤμων πορπάματα θήκατο κοῦρος |
| καὶ παρεφηβείης ἐξετέλει πέρατα. | |
| ἄλκιμον ἐν στήθεσσιν ἔχων φρένα· παγκρατίωι δὲ | |
| ἀιθέων νίκαν ἤρατο κυδάλιμον. | |
| ἡ δὲ βίου στρέπτειρα λίνου κλωστῆρι βιαίωι | |
| 10 | Μοῖρα Φίλωνι βίου πικρὸν ἔθηκε τέλος. |
| δακρυχαρὴς Ἀίδας γὰρ ἀνάρπασεν οὐδ’ ὑμεναίων | |
| δαδοῦχον φιλίης τέρψιν ἀειράμενον. | |
| Μίνως, ἐν θνατοῖσι δικαστύας ἔξοχα κρείνων, | |
| τὸν νέον εὐσεβέων χώρωι ἐναγλάισον. |
Samos
484