1 | [προὔμαχε τῶν Σαμίων] Μαιάνδριος, εὖτ’ ἐπὶ καλῶι| ἐστήσαντο μάχην Εὐρυμέδο[ντ—] |
[παῖς? —. οὗτος ἀριστ]εύσας γὰρ ἐκείνηι| ναυμαχίηι πάντων κλέος ἔθετ’ ἀθάν̣[ατον.] | |
[δώδεκα νῆας ἕλεν Μαιάν]δ̣ριος, ὧν ἀπ’ ἑκάστης| ἀσπὶς πρύμναν ἔχει χείρ τ’ ὑποδεξ[αμένη.] | |
[τὰς δὲ βαθὺς τηλεκλε]ιτὰς ὑπεδέξατο πόντος| κρυφθείσας Μήδων συμμαχ̣[ίδας ψαμάθωι.] |
Samos
480