1 | ὁ δῆμος ὁ Σαμίων |
Λέοντα Ἀρίστωνος | |
Ἥρηι. | |
γηράσκει καὶ λᾶας ὑπὸ χρόνου ἠδὲ μὲν ἁγνός | |
5 | χαλκὸς ἀπ’ ἠερίας δρυπτόμενος νιφάδος, |
καὶ τὸ σιδάρειον κάμνει σθένος· ἁ δ’ ἀπὸ δόξας | |
ἄθραυστος φάμα πάντα μένει βίοτον. | |
τᾶς δὲ Λέων ἐκύρησε κατὰ πτόλιν, ὃς περὶ πάτρας | |
πράξιας εἰς πινυτὰς ἄγαγεν ἱστορίας | |
10 | ὑμνήσας Ἥραν αὐτόχθονα καὶ πόσα ναυσίν |
ῥέξαντες σκύλοις ἱερὸν ἀγλάισαν. |
Samos
479