Samos 479
[ ] Klio 33, 1940, 164-70
See also:
1 ὁ δῆμος ὁ Σαμίων
Λέοντα Ἀρίστωνος
Ἥρηι.
γηράσκει καὶ λᾶας ὑπὸ χρόνου ἠδὲ μὲν ἁγνός
5 χαλκὸς ἀπ’ ἠερίας δρυπτόμενος νιφάδος,
καὶ τὸ σιδάρειον κάμνει σθένος· ἁ δ’ ἀπὸ δόξας
ἄθραυστος φάμα πάντα μένει βίοτον.
τᾶς δὲ Λέων ἐκύρησε κατὰ πτόλιν, ὃς περὶ πάτρας
πράξιας εἰς πινυτὰς ἄγαγεν ἱστορίας
10 ὑμνήσας Ἥραν αὐτόχθονα καὶ πόσα ναυσίν
ῥέξαντες σκύλοις ἱερὸν ἀγλάισαν.
Search Help
Contact Us