[ ] MDAI(A) 1919, 45, no. 36B
See also:
0 Ἥρη παμβα[σίλεια, Δι]ὸς μεγάλου̣ π̣α̣ρ̣ά̣κ[οι]τ̣ι
εἵλαθι κἀμὲ φύλαττε, σαόπτολι, σὸν λάτριν ἁγνόν.
ἄρτι γὰρ ἱρὰ Διεὶ ῥ[έξ]ας Κρήτησιν ἐν ἄντροις
Ἴδης ἐν σκοπέλοισι λάχον γέρας ἐκ βασιλῆος
νή̣σ̣ων, τὰς πέρι πόντος ἁλίκτυπος ἐστεφάνωκε,
5 ἡγῖσθαι Πλούταρχος, ἔχων πατρὸς οὔνομα κλεινόν,
[εἵλα]θ̣[ι κα]ὶ σὺμ πᾶσιν ἐμὸν βασιλῆα
φύλασσε.
Search Help
Contact Us