[ ] Curtius, Inschr. 10, no. 6
See also:
1 [ἐπ]ὶ Πεισίλεω ἄρχοντος ἐν Σάμωι, Ἀθήνησι δὲ ἐπὶ Ἀρχίου ἄ[ρχο]-
[ντος] παρέλαβον οἱ ταμίαι Φίλτων Λαμπ(τρεύς), Διονύσιος Κολλυ(τεύς), Βλέ[υ]-
ρος Π(αιανιεύς)]․, Φιλοκλῆς Φρεάρ(ριος), Εὔξενος Θορί(κιος), Θεοκλῆς Ἀχαρ(νεύς), Θεόφιλ[ος]
[—] Θέωρος Ἐλευ(σίνιος), Ἀριστόμαχος Ἀναφλ(ύστιος) παρὰ ταμιῶν τῶν ἐ[πὶ]
5 [Θεο]κλέους ἄρχοντος ἐν Σάμωι, Ἀθήνησι δὲ Θεμιστοκλέους, [Σω]-
[σθέν]ους Εὐω(νυμέως), Ἁγνοκράτους Ἁλ[αι](έως), Ἀλκίου Πρασι(έως), Φιλοστράτου ἐ[ξ Οἴ(ου)]
[Ἀρ]ιστάρχου Ἁγνου(σίου), Ἀγασίου Ἀχαρ(νέως), Ῥ[ο]δίου Μελι(τέως), Ἀντιφῶντος Ἐλε[υ]-
σι(νίου), Καλλιμάχου Ἀφιδ(ναίου), Ἀμφικλέους Αἰγι(λιέως), ἐπὶ τῆς Κεκροπίδος δε[υ]-
τέρας πρυτανείας ἕκτηι καὶ δεκάτηι, βουλὴ ἐν Ἡραίωι τῶν προέδ[ρ-
10 ων ἐπεψήφιζε Φ[αί]ν[ιπ]πος Κήττι(ος), συμπρόεδροι Φιλόστρατος Κηφι(σιεύς), Χ[α]-
[ι]ρεφάνης Ἁλαι(εύς), Λύσανδρος Στειρι(εύς), Διότιμος Ἀχαρ(νεύς), Φόρυς Μελι(τεύς), Θεόξ[ε]-
[ν]ος Ἐλευ(σίνιος), Παρμονίδης Τρικο(ρύσιος), Τιμαίνετος Αἰγι(λιεύς). κόσμος τῆς θεοῦ· κι[θὼ]-
[ν] Λύδιος ἔξαστιν ἔχων ἰσ[ά]τιδος, Διογένης ἀνέθηκε, κιθὼν Λύδιος ἔ-
ξαστιν ὑακινθίνην ἔχων, κιθὼν Λύδιος ἔξαστιν ὑακινθίνην ἔχ[ω]-
15 [ν,] κιθὼν Λύδιος ἔξαστιν ἁλοργὴν ἔχων, κιθωνίσκος λινοῦς ἔξαστι[ν]
ἁλοργὴν ἔχων, κιθὼν κατάστικτος, κιθὼν Λύδιος ἔξαστιν λευκὴν [ἔ]-
χων, μίτρη λιτὴ στυππείου, κιθωνίσκος χρυσῶι πεποικιλμένος μύρ-
τον χρύσεον ἔχων, περίβλημα λίνου ῥάκινον, μίτρη πάραυλος ταύτ[ην]
[ἡ] θεὸς ἔχει, παράλασσις ἶριν ἐμ μέσωι ἔχει ἁλοργὴν, σινδὼν λίς ἥντινα
20 [τ]ῆι θεῶι παραπιτνῶσι, κιθῶνος στυππίνου τό[μ]ος, πρόσλημμα τῆς θε-
οῦ παραλοργὲς ἀμφι[θ]ύσανον, σφενδόναι λιναῖ δύο, κρήδεμνα ἑπτὰ τού-
[τ]ων ἓν ἡ Εὐαγγελὶς ἔχει, περίζωμα ἁλοργοῦν ῥάκινον ποικίλον, κεκρ[ύ]-
[φ]α(λος) ἐκτὸς ἁλοργοῦς, ὑποκεφάλαια δύο, ἡμιτυβίου λιτά ὑποκεφάλειον ὑπο[γε]-
[γ]ραμμένον, σπληνίσκον ὑπογεγραμμένον ἱππέ[α] σινδονίσκη ὑπογε[γ]-
25 ραμμένη, σπληνίσκον λινοῦν ἄρ<τ>ι νέον καταπέτασμα τῆς τραπέζης [ῥ]-
άκινον: παραπετάσματα δύο βαρβαρικὰ ποικίλα: αὐλαῖαι δύο, πρόσλημ[μ]-
[α] λινοῦν: ἱμάτιον λευκόν, ἡ ὄπισθε θεὸς ἔχει, κιθῶνες Λύδιοι ἐξάστει[ς]
[ἁ]λοργὰς ἔχοντες: κιθῶνες ἐπὶ Θρασυάνακτος τούτους ἡ θεὸς ἔχει, κιθ[ῶ]-
νες ἐπὶ Ιπποδάμαντος δυό τούτους ἔχει ἡ θεός, ἐπὶ δημιοργοῦ Δαμασικ[λ]-
30 έους χλάνδιον ἁλοργοῦν τοῦτο ἐπὶ τοῦ ὀδοῦ: ἐπὶ Δημητρίου ἄρχοντο[ς]
κιθῶνες δύο τούτους ἡ θεὸς ἔχει: ἱμάτια Ἑρμέω: κιθῶνες ΔΔΔ𐅃ΙΙΙ τ[ο]-
ύτων ὁ Ἑρμῆς ἕνα ἔχει: ἱμάτια: ΔΔΔΔ𐅃ΙΙΙ τούτων ὁ Ἑρμῆς ἔχει ἕν, ἀπ[ὸ]
τούτων τῶν ἱματίων ὁ Ἑρμῆς ὁ ἐν Ἀφροδίτης ἔχει δύο στρουθοὶ ὑπὸ τῆ[ι]
τραπέζηι: στρουθοὶ ἐπίχρυσοι δύο, στρουθοὶ ὑπάργυροι δύο, τῶν στρουθῶν
35 τῶν ἐπιχρύσων ἐγλείπει τὰ ὀρσοπύγια: Φιλόστρατος ἀπέγραψε, σπληνίσ[κ]-
ον μίτρη, κρήδεμνον, χλάνδια δύο ἁλοργὰ ἐπὶ τοῦ ὀδοῦ τῆς Ἥρας, μίτραι δύ[ο]
στύππιναι, κιθῶνες δύο ἐνδυτὰ τῆς Εὐαγγελίδος, τρίχαπτον παλαιόν
ἐν τῶι Μεγάλωι Νειῶι, ὅσα ἐν το<ῖ>ς μέρεσιν ἀνεγίγνωσκεν ἐκ τοῦ βιβλίου τοῦ σε-
σημασμένου καὶ ὁ ἱερὸς τῆς θεοῦ Πελύσιος ἀπέφαινεν ὄντα πλὴν τῶνδε τῶ[ν]
40 ἐνέλειπεν σκάφης χαλκῆς ταύτην ἔφασαν θεσμοθέτας ἔχειν ἀνδριαντίσκω[ν]
ἐκ τοῦ Ὠιδέου: ΔΙΙ ἱππίσκος χαλκοῦς: ἑβδόμει καὶ δεκάτει, βουλὴ ἐν Ἡραίωι,
τῶν προέδρων ἐπεψήφιζε Κτησικλείδης Εὐωνυ(μεύς), συμπρόεδροι: Παράμυθος
[Ἁ]λαι(εύς): Ἀβροκόμας Κυδαθη(ναιεύς): Φειδιάδης Αἰθαλί(δης): Διόδοτος Θριά(σιος): Χαρίας [Ξ]υπεται(ών): Γ-
[ορ]γίας Ἐλευ(σίνιος): Κηφισοκλῆς Μαραθώ(νιος): Σωκράτης Αἰγιλι(εύς): τῶν δ’ ἐνελίμπανεν ἐν
45 τῶι οἴκωι ἐκ τοῦ γάμμα ἐξάλειπτρον ἐλεφάντινον λεοντόβασις ποικίλον ἐν
τῶι εἶ ἐνλείπει χερνιβεῖα χαλκᾶ δύο: ἐν τῶι πρώτωι ἓν δίφρακον συντετρ[ι]-
μμένον: τοῦ δευτέρου διφράκου ἐνλείπει τὰ πλέκτρα ὑπὸ
τούτωι δίφρακον
τὸν τόνον οὐκ ἔχει: τρίτα κλιντηρίσκος ἐλέφαντι ποικίλος οὐκ ἦν τοῦτον
50 Μαιάνδριος Χάροπος ἀνέθηκεν, πλάγιος τοῖχος: δίφρος Ἡρόδοτος Ζήν[ω]-
νος Ἥρηι, σφελίσκον, Καλλιδάμας Φυλάκου γυνὴ ἐπὶ βήματος ξυλίνου χεῖ-
ρες πρόσωπον πόδες λίθινοι αὕτη ἔχει τέττιγας ἐπιχρύσους ἐνλείπε[ι]
τῶν τεττίγων τριῶν καὶ τῶν ἐνωιδίων: μάχαιρα<ι> ἐμ μαχαιροθήκει ἐνν-
έα τούτων μία παρὰ τεῖ Ἥραι, κοπὶς μικὰ οὐκ ἦν, κηρύκεα δύο, τούτων το͂ ἑ[ν]-
ὸς ἐνδεῖ, κέρας κεράμινον οὐκ ἦν: πρόχοι χαλκαῖ ΔΙΙ: τὴν βουλὴν τούτω[ν]
55 ἔφασαν ἔχειν: ΙΙΙΙ: κύκλος χαλκοῦς τοῦτον τὴμ βουλὴν ἔφασαν ἔχειν
ἐπὶ Πεισίλεω ἄρχοντος, μηνὸς Ποσιδειῶνος τετράδι φθίνοντος, ἐπὶ τῆς
Πανδιονίδος πέμπτης πρυτανείας μίαι καὶ τριακοστεῖ παρέδοσαν οἱ τα-
μίαι τῆς θεοῦ οἱ ἐπὶ Θεοκλέους ἄρχοντος, Σωσθένης Εὐων(υμεύς): Ἁγνοκράτ-
ης Ἁλαι(εύς): Ἀλκίας Πρασι(εύς): Φιλόστρατος ἐξ Οἴ(ου): Ἀρίσταρχος Ἁγνού(σιος): Ἀγασίας Ἀχα[ρ](νεύς)
60 Ῥαίδιος Μελ[ι](τεύς): Ἀντιφῶν Ἐλευ(σίνιος): Καλλίμαχος Ἀφιδν(αῖος): Ἀμφικλῆς Αἰγιλ(ιεύς):
καὶ προέδρων ἐπεστάτει Εὐβουλίδης: Ἀλα(ιεύς): συμπρόεδροι Διονυσόδωρος Φ[η]-
γού(σιος): Εὐθίας: Χολλεί(δης): Χαίρων: Κικυν(νεύς): Γλαυκίας: Ἀχαρ(νεύς): Δημήτριος Αἰξω(νεύς): Ἡγίας
Ἐλευ(σίνιος): Ἀντιγένης: Ῥαμν(ούσιος): Ἀρχέβιος: Παλλη(νεύς): πρῶτος ῥυμὸς φιάλαι Δ ἦγε
[𐅅]ΗΗΗΗΔ𐅃𐅂𐅂𐅂𐅂: δεύτερος ῥυμὸς φιάλαι: Δ ἦγε: 𐅅ΗΗΗΗ𐅄𐅂𐅂ΙΙΙΙ: τρίτος ῥυμὸς
65 ἦγε φιάλαι: Δ: 𐅅ΗΗΗ𐅄ΔΔΔΔ𐅂𐅂<Ι> τέταρτος ῥυμὸς φιάλαι: Δ: ἦγε: 𐅅ΗΗΗΗ
𐅃𐅂 ․․․ ΙΙΙ: πέμπτος ῥυμὸς φιάλαι: Δ: ἦγε 𐅅ΗΗΗΗΔ𐅂 ΙΙΙ: ἕκτος ῥυμὸς φιάλαι: [Δ]
ἦγε: 𐅅ΗΗΗΗΔΔΔΔ𐅂𐅂𐅂𐅂ΙΙΙ : ἕβδομος ῥυμὸς φιάλαι: Δ: ἦγε: 𐅅ΗΗΗΗΔΔ𐅃𐅂𐅂ΙΙ ὄγ[δοος]
ῥυμὸς φιάλαι: Δ: ἦγε: 𐅅ΗΗΗΗΔΔΔ𐅃𐅂𐅂ΙΙ: ἔνατος ῥυμὸς ἦγε φιάλαι: Δ: 𐅅ΗΗΗ
𐅄ΔΔΔΔ𐅂𐅂𐅂𐅂ΙΙΙΙ : δέκατος ῥυμὸς φιάλαι: Δ: ἦγε: 𐅅ΗΗΗΗ𐅃 𐅂𐅂: ἑνδέκατος
70 ῥυμὸς φιάλαι: Δ: ἦγε: 𐅅Η ΗΗΗ𐅄𐅂𐅂𐅂ΙΙ: δωδέκατος ῥυμὸς φιάλαι: Δ: ἦγε
𐅅ΗΗΗΗ𐅃ΙΙΙ: τρίτος καὶ δέκατος ῥυμὸς φιάλαι: Δ: ἦγε: 𐅅ΗΗΗΗΔΔ𐅃 𐅂𐅂𐅂𐅂: τέ-
ταρτος καὶ δέκατος ῥυμὸς φιάλαι: Δ: ἦγε: 𐅅ΗΗΗΗ𐅄𐅃𐅂: πέμπτος καὶ δέκ[α]-
[τος] ῥυμὸς φιάλαι: Δ: ἦγε: 𐅅ΗΗΗ𐅄ΔΔΔΔΙΙ : ἕκτος καὶ δέκατος ῥυμὸς φιάλα[ι]
[Δ: ἦγε: 𐅅Η]ΗΗΗ𐅄𐅂𐅂𐅂 ΙΙΙΙΙ: ἕβδομος καὶ δέκατος ῥυμὸς φιάλαι: Δ: ἦγε: 𐅅ΗΗΗ[․]
75 [․4․․ ὄγδοο]ς καὶ δέκατος ῥυμὸς φιάλαι: Δ ἦγε: 𐅅ΗΗΗΗΔΔΔ𐅃𐅂ΙΙΙ: ἔνατος
[καὶ δέκατος ῥυμὸς φιάλαι: Δ: ἦ]γε: 𐅅ΗΗΗΗ𐅃𐅂𐅂𐅂 δέκατος ῥυμὸς φιάλαι: Δ: ἦγε: 𐅅ΗΗΗΗΔ:
[․․․ [εἷς καὶ εἰκοστὸς] ῥυμὸς φιάλαι: Δ: ἦγε: 𐅅ΗΗΗΔΔΔΔ𐅃: δεύτερος καὶ ε[ἰ]-
[κοστὸς ῥυμὸς ․․․c.9․․․]ωμη․4․․ω̣ν[—]ΗΗΗΗ𐅄Δ
[—]γ[․]
Search Help
Contact Us