1 | βασιλεὺς Λυσίμαχος Σαμίων τῆι βουλῆι καὶ τῶι δήμωι χα̣ί̣ρ̣ε̣ι̣[ν·] |
[κατ]έστησαν ἐφ’ ἡμᾶς οἵ τε πρέσβεις οἱ παρ’ ὑμῶν καὶ οἱ παρὰ τῶν Πρ[ιη]- | |
νέων ἀποσταλέντες ὑπὲρ τῆς χώρας ἧς ἐτύγχανον ἠμφ[ισ]- | |
βητηκότες πρ̣[ό]τερον ἐφ’ ἡμῶν. εἰ μὲν οὖν προείδειμεν τ̣ή̣ν̣- | |
5 | δε τὴγ χώραν ὑμᾶς ἐκ̣ [ τ]οσούτων ἐτῶν ἔχειν καὶ νέμε[ι]ν̣ κ̣[αθ’] |
ὅλον οὐκ ἂν ἐπεσπασάμεθα τὴγ κρίσιν· νῦν δὲ ὑπελαμβάνομεν [ἐξ] | |
ὑπογύου τινος χρόνου παντελῶς γεγονέναι τὴν ἐπέ̣μ̣β̣α̣σ̣ι̣[ν·] | |
[ο]ὕτω γὰρ ἡμῖν ἐποιοῦντο τὴν μνείαν ἐν τοῖς πρότερον λ̣[όγοις οἱ] | |
τῶν Πριηνέων πρέσβεις· οὐ μὴν ἀλλ’ ἐπειδὴ παρῆσαν οἵ τε παρ’ ὑ̣μ̣ῶ̣[ν] | |
10 | [κ]αὶ οἱ παρὰ τῶν Πριηνέων ἀναγκαῖον ἦν διακοῦσαι ἃ ἀ̣πο̣δίδο̣τα[ι παρ’ ἑ]- |
[κατέ]ρων. οἱ μὲν οὖν Πριηνεῖς τὴμ μὲν ἐξ ἀρχῆς γεγενημένην α̣ὐ̣[τοῖς] | |
[κτῆσι]ν τῆς Βατινήτιδος χώρας ἐπεδείκνυον ἔκ τε τῶν ἱστοριῶ̣[ν καὶ] | |
[τῶν ἄ]λ̣λων μαρτυρίων καὶ δικαιωμάτων μ̣[ε]τὰ τῶν ἑξετῶν σ[πον]δῶ[ν.] | |
[ὕστε]ρ̣ον δὲ συνωμολόγουν Λυγδάμεως ἐπελθόντος ἐπὶ τὴν Ἰω[νί]- | |
15 | [αν μετὰ δυ]νάμεως, τούς τε λοιποὺς ἐγλιπεῖν τὴν χώραν κα̣ὶ̣ Σα̣μ̣[ί]- |
[ους εἰς τὴν ν]ῆσον ἀποχωρῆσαι· τὸν δὲ | |
Λύγδα[μιν κ]ατασχόντα [τρί]α̣? | |
[ἔτη αὐτοῖς] πάλιν ἀποδιδόναι τὰς αὐτὰς κτήσεις, τοὺς δὲ Π̣ρ̣ιη- | |
[νέας παρειληφέ]ν̣αι, Σαμίων δὲ οὐθένα παραγενέσθαι παν̣τ̣ε[λῶς τό]- | |
20 | [τε πλὴν εἴ τις ἐ]τύγχανεν παρ’ αὐτοῖς κατοικῶν· τοῦτον δὲ τ[ῶ]ν̣ |
[ἀγρῶν τὸ γιγνόμ]ενον προσενέγκασθαι Πριηνεῦσιν· ὕστε̣ρ̣ο̣ν δ[ὲ] | |
[ὑποστρέψαντας μετὰ β]ί̣ας Σαμίους παρελέσθαι τὴγ χώραν· ἀπ[ο]- | |
[σταλῆναι οὖν παρὰ τῶν] Πριηνέων Βίαντα περὶ διαλύσεων τοῖς Σα[μίοις] | |
[πρεσβευτήν· τὸν δ]ὲ διαλῦσαί τε τὰς πόλεις καὶ τοὺς οἰκ̣[οῦντ]ας ἀ- | |
[ποχωρῆσαι τῆς Βα]τινήτιδος χώρας. πρότερομ μὲν οὖν ἔ[φασαν] | |
25 | [τὰ πράγματα αὐτοῖς] μ̣ένειν ἐν τούτοις καὶ μέχρι τοῦ ἐσχάτου χρό- |
[νου κρατεῖν τῆς χώρ]ας· νῦν δὲ ἠξίουν ἡμᾶς κατὰ τὴ[ν ἐ]ξ ἀρχῆς [κτῆ]- | |
[σιν ἀποδιδόναι αὐτοῖς] τ̣ὴγ χώραν. οἱ δὲ παρ’ ὑμῶν ἀποσταλέντες | |
[πρέσβεις τὴν κτῆσιν τὴ]ν γ̣ε̣γενημένην αὐτοῖς τῆς Β̣α̣τινήτιδο[ς] | |
[χώρας ἔφασαν ἐκ προγόνων] παρειληφέναι. μετὰ δὲ τὴν Λυγδάμ[εως] | |
30 | [εἰσβολὴν ἐγλιπεῖν συνωμο]λ̣όγουν ὥσπερ καὶ οἱ λοιποὶ καὶ αὐτοὶ |
[τὴγ χώραν, ἀποχωρῆσαι δὲ εἰ]ς̣ τὴν νῆσον· ὕστερον δὲ Ο[—] | |
[․․․․․․․․c.20․․․․․․․․]․․[․c.2․] ο̣ἰ̣[κε]ῖν χιλίους Σ̣[αμίους —] |
Samos
127