1 | [ἐπὶ ․․․․c.12․․․․ Κρον]ιῶνος ἑνδεκάτη[ι ἐν τῆι πρώτηι τῶν ἐκ]- |
[κλησιῶν καὶ γενομένων τῶ]ν ἀρχαιρεσιῶν ἐν τῶι̣ [θεάτρωι ἐπιστατοῦν]- | |
[τος —]υ· v τάδε εἰσήνεγκαν οἱ νεω̣[ποῖαι περὶ τῶν] | |
[καπηλείων, διορθωσά]μ̣ενοι τὴν διαγραφὴν τῶν καπή̣[λων τῶν ἐν] | |
5 | [τῶι ἱερῶι τῆς Ἥρας κατ]ὰ τὸ ψήφισμα, καὶ ὁ δῆμος ἐκύρωσ[εν· ἀπο]- |
[μισθοῦν καπηλεῖα ἐν] τῶι τῆς Ἥρας τέσσαρα, ἐφ’ ὧι οὐκ ἐξου[σία ἔσται] | |
[μηδενὶ πλείονα ἔχειν κ]απηλείου ἑνός, ἐφ’ οὗ καὶ ἐπ’ οἰκήσει οἱ μ[ισθωσά]- | |
[μενοι μενῶσιν πάντ]α̣ τὸν ἐνιαυτόν· παρακαπηλ[ε]ύσει δὲ ἀ[ὐτοῖς] | |
[οὔτε δοῦλος οὔτε σ]τρατιώτης οὔτε ἄπεργος οὔτε ἱκέτης ο[ὔτε ἄλ]- | |
10 | [λος κάπηλος οὐδεὶ]ς τρόπωι οὐδὲ παρευρέσει οὐδεμίαι πλὴ̣[ν τῶν μι]- |
[σθωσαμένων· ὁ δὲ] παρακαπηλεύων ἀποτείσει τοῖς μισθω[σαμέ]- | |
[νοις δραχμῶν — ζη]μ̣ίαν. οἱ δὲ μισθωσάμενοι οὐ παραδώσου[σιν τὰ κα]- | |
[πηλεῖα οὔτε ἀπέρ]γωι οὔτε ἱκέτηι τρόπωι οὐδὲ παρευρέσε[ι οὐδεμί]- | |
[αι. ὁ δὲ παραδιδοὺς] τούτων τινί ἀποτείσει τῆι θεῶι δραχμὰ[ς ἱερὰς —·] | |
15 | [ἡ δὲ ζημία εἰσπράσ]σεται ὑπὸ τῶν νεωποιῶν καὶ τοῦ ταμίου [τῶν ἱε]- |
[ρῶν· οἱ δὲ μισθωσάμε]νοι οὐχ ὑποδέξονται παρὰ δούλου οὐθὲν [οὐδὲ παρ’] | |
[ἱκέτου οὐδὲ παρὰ σ]τ̣ρατιώτου οὐδὲ παρὰ ἀπέργου οὐδὲ ἀγορῶσι̣[ν οὐθὲν] | |
[τῶν σίτων τῶν ἐκ] τῆς χώρας γινομένων οὔτε ἄλλο οὐθὲν τρόπω̣[ι οὐ]- | |
[δὲ παρευρέσει] οὐδεμίαι, πλὴν ἐάν τινες τῶν γεούχων ἢ τῶ̣[ν ἀπο]- | |
20 | [δειχθέντων σιτ]ωνῶν πωλῶσίν τινα τῶν ἐγκαρπίων· οὐχ ὑπ[οδέξον]- |
[ται δὲ ἐν τοῖς κα]πηλείοις τοὺς καθίζοντας οἰκέτας εἰς τὸ ἱερὸν ο̣[ὐδὲ παρ]- | |
[έξουσιν ἔργα ο]ὔτε σῖτα οὐδ’ ὑποδέξωνται παρ’ αὐτῶν οὐδὲν [τρόπωι] | |
[οὐδὲ παρευρέσ]ε̣ι οὐδεμίαι· ἐὰν δέ τινες τῶν ἐπεστηκότων [ἀρχειῶν] | |
[ἕλωσίν τινα ποιοῦντά τι] τ̣ῶν ἀπειρημένων, ὑπόδικος ἔστω ὁ [ποιήσας] | |
25 | [τοῖς νεωποίαις. ἐὰ]ν δὲ ἐπ̣[ι]κ̣αλῆι ὁ ἰδιώτης τῶι καπήλωι ἢ [καὶ τοὐν]- |
[αντίον, γραφ]έ̣σθωσαν τὰς δί[κας] ἐπὶ τῶν νεωποιῶν ἕως δ[ραχμῶν ․c.2․] | |
[ὀβολῶν ․c.2․ οἱ δ]ὲ νεωποῖαι τὰς γρα[φείσας δίκ]ας εἰσαγέ̣[τωσαν εἰς τὸ ἱε]- | |
[ρὸν δικαστ]ήριον, ἀφ’ ἧς ἂν ἡμέρας γραφῶσιν, ἐν ἡμ̣[έραις εἴκοσι καὶ] | |
[πάντα τὰ] περὶ τὴν εἰσαγωγὴν ποιείτωσαν κατὰ τὸν [ἱερὸν νομον·] | |
30 | [ἑκατέρους δ]ὲ μισθὸν τῶι δικαστηρίωι φέρειν ἐκκ τοῦ νό̣[μου γρα]- |
[φομένους] τ̣ὴν δίκην, γίνεσθαι δὲ ἐκ τοῦ ἡσσηθέντος· ἐὰν δέ τ̣[ινας ἀ]- | |
[δίκως οἱ] νεωποῖαι ζημιώσωσιν περί τινος τῶν ἐν τῶι ἱερῶι ἀν̣[όμων] | |
[καὶ οἱ ζη]μιωθέντες ἀντείπωσιν, εἰσάγεσθαι τὰς γραφείσας [δίκας] | |
[ὑπὸ τ]ῶν ἐξεταστῶν εἰς τὸ πολιτικὸν δικαστήριον κατὰ ταὐ[τά· τὸν] | |
35 | [φόρον] καταβαλοῦσιν οἱ μισθωσάμενοι τῶι ταμίαι τῶν ἱερῶν κατ’ [ἔτος ἀν]- |
[τιδ]ι̣κοῦντες οὐθὲν οὐδ’ ὑπόλογον φέροντες οἱ μισθωσάμενοι ἐ[φ’ ὧι κα]- | |
[ταθ]ήσουσιν τῶι ταμίαι τῶν ἱερῶν ἀτελεῖς ἔσονται ὧν ἂν ὠνῶν [πωλῶ]- | |
[σιν] ἐ̣ν τῶι ἱερῶι· μὴ ἐξουσία δὲ ἔστω τῶν ἱερῶν παίδων καπηλεύειν̣. |
Samos
123