Samos 110
[ ] MDAI(A) 1957, 208-9:47 + 268
See also:
0 [— καὶ ἐπικλη]-
a [ρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ ἑκα]-
1 [τοστὺν καὶ γένος καὶ ἀναγ]ρ̣ά̣ψ̣αι αὐτ[ὸν καθότι]
[καὶ τοὺς ἄλλου]ς Σαμίους· εἶναι δὲ αὐτῶι κ[αὶ προ]-
[εδρίαν ἐν τοῖ]ς ἀγῶσιν καὶ ἔφοδον ἐπὶ τὴμ β[ου]-
[λὴν καὶ τὸν δ]ῆμον πρώτωι μετὰ τὰ ἱερὰ καὶ [τὰ]
5 [βασιλικὰ· ταῦτ]α δὲ δεδόσθαι καὶ αὐτῶι καὶ ἐκ[γό]-
[νοις· τὸ δὲ ψήφισ]μα τόδε ἀναγράψαι εἰς στήλ[ην]
[λιθίνην καὶ στῆ]σαι εἰς τὸ ἱερὸν τῆς Ἥρας, τῆς
[δὲ ἐπικληρώσεω]ς καὶ τῆς ἀναγραφῆς ἐπιμε-
[ληθῆναι τὸν γρα]μματέα τῆς βουλῆς vacat
Search Help
Contact Us