[ ] MDAI(A) 1957, 204-5:41 + 268
See also:
1 [ἔδοξε τῆι βου]λῆι καὶ τῶ̣[ι δήμωι·]
[— Ἴ?]ωνος εἶπεν· [ἐπειδὴ]
[—]Σ̣ Φιλέου Λαμ[ψακη]-
[νὸς ἔν τε] τοῖς πρότερον [χρό]-
5 [νοις εὔν]ους καὶ πρόθυμος
[ὢν διετ]έλει καὶ κοινῆι τὸν
[δῆμον] ε̣ὐεργετῶν καὶ ἰδίαι
[τ]ῶμ πολιτῶν τοῖς ἐντυγχά-
νουσι χρείας παρεχόμενος,
10 καὶ νῦν τὴν α[ὐτὴν ε]ὔνο̣ιαν πα-
ρέχετ̣α̣ι τοῖς [πο]λ[ίτα]ις, δεδόχθα[ι]
τῆι βο̣υλῆ̣[ι] κ̣αὶ τῶι δήμωι· ἐπηινῆσ̣-
θαι μ[ὲ]ν̣ ․․c.7․․Ν Φιλέου ἀρετῆς
ἕνεκε καὶ εὐνοίας ἣν ἔχων δια-
15 τελ̣εῖ περ[ὶ] τ[ὸ]ν δῆ[μον] τὸν Σα-
μίων̣ κ̣αὶ εἶναι αὐτὸν πρ̣όξε-
νον [κ]α[ὶ εὐερ]γ̣έ<τη>ν̣ τῆς πόλε-
ω[ς] τῆς̣ Σαμ̣[ί]ων· δεδόσθαι δὲ
α[ὐτῶι καὶ πολ]ιτε̣ίαν ἐφ’ ἴση̣ι̣ κα[ὶ]
20 [μοίαι καὶ ἐπικληρ]ῶσ̣α[ι] αὐ̣τὸν
[ἐπὶ φυλὴν καὶ χιλια]στὺν καὶ̣ ἑ-
[κατοστὺν καὶ γένο]ς καὶ̣ ἀνα-
[γράψαι καθότι καὶ] τοὺς ἄλλους̣
[Σαμίους· δεδόσθαι δὲ] α[ὐ]τῶ[ι κ]α[ὶ]
25 [ἔφοδον ἐπὶ τὴν βουλὴν κ]αὶ τὸν
[δῆμον ἐάν του] δέηται π̣ρ̣ώτω[ι]
[μετὰ τὰ ἱερὰ καὶ τὰ] β̣ασ̣[ιλικά·] εἶναι
[δὲ αὐτῶι καὶ εἴσπλουν κ]α̣ὶ ἔκπλουν
[καὶ ἐμ πολέμωι καὶ ἐν εἰρ]ήν̣ηι ἀ-
30 [συλεὶ καὶ ἀσπον]δεί· ταῦτα δὲ εἶ-
[ναι αὐτῶι καὶ ἐκγό]νοις· τὸ δὲ ψή̣-
[φισμα τόδε ἀναγράψαι] εἰς̣ στή-
[λην λιθίνην καὶ] στῆσαι εἰς τὸ
[ἱερὸν τῆς Ἥρας, τ]ῆς δὲ ἐπικλη-
35 [ρώσεως καὶ τ]ῆς ἀνα[γρ]α̣[φ]ῆς v ἐ-
[πιμεληθῆν]αι τὸγ γραμματέα vacat
[τῆς βουλ]ῆς vacat
Search Help
Contact Us