1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, πρυτάνεων |
γνώμη, ὑπὲρ ὧν ἡ βουλὴ προεβούλευσεν, ὅπως οἱ | |
παραγενόμενοι δικασταὶ ἐπὶ τὰ μετέωρα συμβόλαια | |
ἔκ τε Μιλήτου καὶ Μύνδου καὶ Ἁλικαρνασσοῦ τιμηθῶσιν· | |
5 | ἐπειδὴ διαφερομένων τῶμ πολιτῶν τὰ πρὸς ἀλλήλους |
ὑπὲρ τῶν μετεώρων συμβολαίων βουλόμενος ἐν | |
ὁμονοίαι τὴμ πόλιν εἶναι Φιλοκλῆς βασιλεὺς Σιδονίων | |
ἔγραψεν ὅπως ὁ δῆμος ὁ Μυνδίων ἀποστείληι δικασ- | |
τήριον τὸ διαλῦσον τὰ μετέωρα συμβόλαια, Μύνδιοι δὲ | |
10 | πᾶσαν εὔνοιαν καὶ προθυμίαν παρεχόμενοι εἰς τὸ |
διαλυθῆναι τοὺς πολίτας ἀπέδειξαν ἄνδρας καλοὺς | |
κἀγαθοὺς καὶ ἀπέστειλαν εἰς τὴν πόλιν Θεοκλῆν | |
Θεογένους Ἡρόφαντον Ἀρτεμιδώρου, οὗτοι δὲ τὰς | |
εἰσαχθείσας εἰς αὐτοὺς δίκας καλῶς καὶ δικαίως | |
15 | τὰς μὲν ἐδίκασαν, τὰς δὲ διέλυσαν προαιρούμενοι |
τοὺς διαφερομένους τῶμ πολιτῶν διαλυθέντας | |
ἐν ὁμονοίαι πολιτεύεσθαι ἀπαλλαγέντας τῶν πρὸς | |
ἀλλήλους ἐγκλημάτων, δεδόχθαι τῆι βουλῆι καὶ τῶι | |
δήμωι· ἐπηινῆσθαι μὲν τὸν δῆμον τὸμ Μυνδίων | |
20 | ἐπὶ τῆι τῶν ἀνδρῶν ἀποστολῆι, ἐπηινῆσθαι δὲ καὶ |
τοὺς ἄνδρας τοὺς παραγενομένους Θεοκλῆν Θεογέ[νους] | |
Ἡρόφαντον Ἀρτεμιδώρου ὅτι καλῶς καὶ συμφερόντως | |
τὰς μὲν διέλυσαν τῶν δικῶν, τὰς δὲ ἐδίκασαν, καὶ στε- | |
φανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι καὶ ἀναγγεῖλαι | |
25 | τὸν στέφανον Διονυσίων τραγωιδοῖς, εἶναι δὲ αὐτοὺς |
καὶ προξένους τῆς πόλεως καὶ εὐεργέτας, δεδόσθαι δὲ | |
αὐτοῖς καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ ἐπικληρῶσαι | |
αὐτοὺς ἐπί τε φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺν | |
καὶ γένος καθότι καὶ τοὺς ἄλλους Σαμίους, ὑπά̣ρ̣χ̣[ειν] | |
30 | δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς ἂν |
ἡ πόλις ποιῆι, δεδόσθαι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν | |
βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ | |
βασιλικά, εἶναι δὲ αὐτοῖς καὶ εἴσπλουν καὶ ἔκπλουν [ἐμ] | |
πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπονδεί, ἐπι- | |
35 | μελεῖσθαι δὲ αὐτῶν καὶ τὰς ἀρχὰς τὰς ἀεὶ καθισταμένας, |
ἄν του δέωνται· ὅπως δὲ τὰ ἐψηφισμένα εἰδῆι | |
ὁ δῆμος ὁ Μυνδίων, ἑλέσθαι πρεσβευτὴν ὅστις | |
ἀφικόμενος εἰς τὴν Μύνδον ἀποδώσει τῆι βουλῆι [καὶ] | |
τῶι δήμωι τὸ ψήφισμα. ἀναγράψαι δὲ καὶ εἰς στήλην | |
40 | λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς Ἥρας, τῆς δὲ |
ἀναγραφῆς ἐπιμεληθῆναι τὸν γραμματέα τῆς | |
βουλῆς, τὸν δὲ ταμίαν εἰς τὸ ἀνάλωμα τῆς στή- | |
λης καὶ τῆς ἀναγραφῆς ὑπηρετεῖν. ἐφόδιον δὲ | |
ὑπάρχειν τῶι πρεσβευτῆι, ὃ ἂν ὁ δῆμος τάξηι. | |
45 | πρεσβευτὴς ηἱρέθη Αἰσχύλος Ἀμπελίδου. |
Samos
63