1 | [Πυθοκλ]εῖ Ἑλλανίκωι Πυθοδώρου Ἀργείοις. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, | |
Διονύσιος Αἰσίμου εἶπεν· ἐπειδὴ | |
[Π]υθοκλῆς καὶ Ἑλλάνικος Πυθοδώρου | |
5 | [Ἀρ]γεῖοι ἔν τε τῆι φυγῆι εὖνοι καὶ |
[πρ]όθυμοι διετέλουν περὶ τὸν δῆ- | |
[μον] τὸν Σαμίων καὶ κοινῆι τῆι πόλε[ι] | |
[καὶ ἰ]δίαι τοῖς ἐντυγχάνουσι τῶμ | |
[πολιτ]ῶν, [εἴ] του δέοιντο, χρείας παρε- | |
10 | [χόμενοι καὶ κατεληλυ]θότων ἡμῶν |
[εἰς τὴν] π[όλιν τὴν αὐτ]ὴν εὔνοιαν | |
[διαφυλ]άσσο̣[ντε]ς διατελοῦσιν, | |
[δεδόχ]θ̣αι τ[ῆι βουλῆι] καὶ τῶι δήμωι, | |
[ὅπως] ἂν ἅπα[ντες εἰδ]ῶσιν, ὅτι | |
15 | [Σάμι]οι τοῖς εὐερ̣γ̣έταις χάριτας |
[ἀξί]ας ἀποδίδου[σι τ]ῶ[ν] εὐεργετη- | |
[μά]των, ἐπαιν[έσαι μὲν] Πυθοκλῆν κα̣[ὶ] | |
[Ἑλ]λάνικον [ἀρετῆς ἕνεκ]ε καὶ εὐ- | |
[νοίας, ἣν ἔχοντες διατελ]οῦσι πε[ρὶ] | |
20 | [τὸν δῆμον τὸν Σαμίων, δ]εδόσθαι δὲ |
[αὐτοῖς πολιτείαν ἐφ’ ἴσηι] καὶ ὁμοίαι | |
[καὶ εἴσπλουν καὶ ἔκπλου]ν καὶ ἐμ π̣- | |
[ολέμωι καὶ ἐν εἰρήνηι] ἀσ̣υλεὶ καὶ | |
[ἀσπο]νδεὶ [καὶ ἔφοδον ἐπὶ] τὴμ βου[λ]- | |
25 | [ὴν] καὶ τ[ὸν δῆμον, ἄν του] δέωντα[ι,] |
[πρώ]τοις [μετὰ τὰ ἱερὰ καὶ τὰ βα]σιλικ[ὰ,] | |
[ἐπικ]ληρ[ῶσαι δὲ αὐτοὺς ἐπ]ὶ φυλὴν | |
[καὶ χιλι]αστὺν [καὶ ἑκατοσ]τὺν καὶ γέ- | |
[νος] καὶ ἀναγ[ράψαι καθότ]ι καὶ τοὺς ἄλ- | |
30 | [λους] Σαμίο[υς· ταῦτα δ’] εἶναι καὶ αὐτοῖ[ς] |
[καὶ ἐκ]γόν[οις· ἀναγρ]άψαι δὲ τόδε τὸ ψή[φ]- | |
[ισμ]α εἰς στήλ[ην] λιθίνην καὶ στῆσα[ι] | |
[εἰς τὸ ἱερὸν] τ[ῆς Ἥρας,] τῆς δὲ ἐπικληρώ- | |
[σεως] καὶ τῆς [ἀ]ν[αγρα]φῆς ἐπιμεληθ- | |
35 | [ῆναι] τὸγ γραμματέα τῆς βουλῆς. ἔλα- |
[χον φυ]λὴν Δημητριεῖς, χιλιαστὺν ΕΓ vacat | |
[․6-7․․]τὴν μείζω, ἑκατοστὺν [καὶ] | |
[γέ]νος ․․․αρνικίδαι. |
Samos
58