[ ] MDAI(A) 1919, 8-9, no. 5K
See also:
1 [Πυθοκλ]εῖ Ἑλλανίκωι Πυθοδώρου Ἀργείοις.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι,
Διονύσιος Αἰσίμου εἶπεν· ἐπειδὴ
[Π]υθοκλῆς καὶ Ἑλλάνικος Πυθοδώρου
5 [Ἀρ]γεῖοι ἔν τε τῆι φυγῆι εὖνοι καὶ
[πρ]όθυμοι διετέλουν περὶ τὸν δῆ-
[μον] τὸν Σαμίων καὶ κοινῆι τῆι πόλε[ι]
[καὶ ἰ]δίαι τοῖς ἐντυγχάνουσι τῶμ
[πολιτ]ῶν, [εἴ] του δέοιντο, χρείας παρε-
10 [χόμενοι καὶ κατεληλυ]θότων ἡμῶν
[εἰς τὴν] π[όλιν τὴν αὐτ]ὴν εὔνοιαν
[διαφυλ]άσσο̣[ντε]ς διατελοῦσιν,
[δεδόχ]θ̣αι τ[ῆι βουλῆι] καὶ τῶι δήμωι,
[ὅπως] ἂν ἅπα[ντες εἰδ]ῶσιν, ὅτι
15 [Σάμι]οι τοῖς εὐερ̣γ̣έταις χάριτας
[ἀξί]ας ἀποδίδου[σι τ][ν] εὐεργετη-
[μά]των, ἐπαιν[έσαι μὲν] Πυθοκλῆν κα̣[ὶ]
[Ἑλ]λάνικον [ἀρετῆς ἕνεκ]ε καὶ εὐ-
[νοίας, ἣν ἔχοντες διατελ]οῦσι πε[ρὶ]
20 [τὸν δῆμον τὸν Σαμίων, δ]εδόσθαι δὲ
[αὐτοῖς πολιτείαν ἐφ’ ἴσηι] καὶ ὁμοίαι
[καὶ εἴσπλουν καὶ ἔκπλου]ν καὶ ἐμ π̣-
[ολέμωι καὶ ἐν εἰρήνηι] ἀσ̣υλεὶ καὶ
[ἀσπο]νδεὶ [καὶ ἔφοδον ἐπὶ] τὴμ βου[λ]-
25 [ὴν] καὶ τ[ὸν δῆμον, ἄν του] δέωντα[ι,]
[πρώ]τοις [μετὰ τὰ ἱερὰ καὶ τὰ βα]σιλικ[ὰ,]
[ἐπικ]ληρ[ῶσαι δὲ αὐτοὺς ἐπ]ὶ φυλὴν
[καὶ χιλι]αστὺν [καὶ ἑκατοσ]τὺν καὶ γέ-
[νος] καὶ ἀναγ[ράψαι καθότ]ι καὶ τοὺς ἄλ-
30 [λους] Σαμίο[υς· ταῦτα δ’] εἶναι καὶ αὐτοῖ[ς]
[καὶ ἐκ]γόν[οις· ἀναγρ]ψαι δὲ τόδε τὸ ψή[φ]-
[ισμ]α εἰς στήλ[ην] λιθίνην καὶ στῆσα[ι]
[εἰς τὸ ἱερὸν] τ[ῆς Ἥρας,] τῆς δὲ ἐπικληρώ-
[σεως] καὶ τῆς [ἀ]νγρα]φῆς ἐπιμεληθ-
35 [ῆναι] τὸγ γραμματέα τῆς βουλῆς. ἔλα-
[χον φυ]λὴν Δημητριεῖς, χιλιαστὺν ΕΓ vacat
[․6-7․․]τὴν μείζω, ἑκατοστὺν [καὶ]
[γέ]νος ․․․αρνικίδαι.
Search Help
Contact Us