[ ] MDAI(A) 1919, 24, no. 11
See also:
1 ἔδοξεν [τῆι βο]υ̣λῆι καὶ τῶι δήμωι, γνώμη πρυτά-
νεων· ἐπε[ιδ]ὴ Π̣έλοψ Ἀλεξάνδ[ρ]ου Μ̣ακεδὼν
φίλος ὢν τοῦ βασιλέ̣ως Πτολ[εμ]αίου τεταγμένο[ς]
ἐπὶ δυνάμεω[ς] πρότερόν τε πολλὰς χρείας παρέσ-
5 χηται τῶι δ̣ήμω[ι] τῶι Σαμίων κα[ὶ] τοῖς ἐ̣ντυγχά-
νουσι Σαμ[ί]ω̣ν ἰδίαι καὶ νῦ[ν] χ[ρ]ήσιμον αὑτὸν παρ[ε]-
χόμενος τῶι δήμω[ι] τῶι Σαμίων διατελεῖ εὐεργε-
τεῖν προαιρούμε̣[ν]ος τὸν δῆμον, δεδ[ό]χθαι τῆι βουλ[ῆι]
καὶ τῶι δήμωι· ἐπηινῆσθ[α]ι μὲ[ν] Πέλοπα, διότι ἐμ
10 παντὶ καιρῶι χρείαν [πα]ρέχεται τῶι δήμωι τῶι Σαμίω[ν,]
δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι
καὶ προεδρίαν ἐν τῶι θεάτρωι καὶ ἐπικληρῶσαι αὐτ[ὸν]
τὸγ γραμματέα τῆς βουλῆς ἐπί τε φυλὴν καὶ χιλι-
[ασ]τὺν καὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψα[ι καθ]-
15 [ότι καὶ τοὺς ἄλλους Σαμίους.]
Search Help
Contact Us