| 1 | ἔδοξεν [τῆι βο]υ̣λῆι καὶ τῶι δήμωι, γνώμη πρυτά- |
| νεων· ἐπε[ιδ]ὴ Π̣έλοψ Ἀλεξάνδ[ρ]ου Μ̣ακεδὼν | |
| φίλος ὢν τοῦ βασιλέ̣ως Πτολ[εμ]αίου τεταγμένο[ς] | |
| ἐπὶ δυνάμεω[ς] πρότερόν τε πολλὰς χρείας παρέσ- | |
| 5 | χηται τῶι δ̣ήμω[ι] τῶι Σαμίων κα[ὶ] τοῖς ἐ̣ντυγχά- |
| νουσι Σαμ[ί]ω̣ν ἰδίαι καὶ νῦ[ν] χ[ρ]ήσιμον αὑτὸν παρ[ε]- | |
| χόμενος τῶι δήμω[ι] τῶι Σαμίων διατελεῖ εὐεργε- | |
| τεῖν προαιρούμε̣[ν]ος τὸν δῆμον, δεδ[ό]χθαι τῆι βουλ[ῆι] | |
| καὶ τῶι δήμωι· ἐπηινῆσθ[α]ι μὲ[ν] Πέλοπα, διότι ἐμ | |
| 10 | παντὶ καιρῶι χρείαν [πα]ρέχεται τῶι δήμωι τῶι Σαμίω[ν,] |
| δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι | |
| καὶ προεδρίαν ἐν τῶι θεάτρωι καὶ ἐπικληρῶσαι αὐτ[ὸν] | |
| τὸγ γραμματέα τῆς βουλῆς ἐπί τε φυλὴν καὶ χιλι- | |
| [ασ]τὺν καὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψα[ι καθ]- | |
| 15 | [ότι καὶ τοὺς ἄλλους Σαμίους.] |
Samos
52