1 | [ἔδοξεν] τῆι βουλῆι καὶ τῶι δήμωι, Ἄσιος Ἀρήτου εἶπεν· |
[ἐπειδ]ὴ Νικομένης Μενεσθέως Ῥόδιος εὔνους ὢν καὶ | |
[πρό]θυμος διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων, ἀεὶ | |
[ἀγ]αθόν τι καὶ λέγων καὶ πράσσων, καὶ κ̣οινῆι καὶ ἰδίαι | |
5 | τοῖς παραγινομένοις εἰς Ῥόδον χρήσιμον ἑαυτὸν vacat |
παρέχεται ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι̣ | |
δήμωι· ἐπαινέσαι μὲν Νικομένην ἀρετῆς ἕνεκε καὶ | |
εὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν vacat | |
Σαμίων καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆς | |
10 | πόλεως· δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ |
[ὁ]μοίαι καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν | |
[κ]αὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς | |
ἄλλους Σαμίους· ὑπάρχειν δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ vacat | |
τὴμ βουλὴν καὶ τὸν δῆμον ἐάν του δέηται πρώτ[ωι] | |
15 | μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκ[πλουν] |
ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐ̣[ν εἰρήνηι·] | |
ταῦτα δὲ ὑπάρχειν καὶ αὐτῶι καὶ ἐκγό[νοις· τὸ δὲ vacat] | |
ψήφισμα τόδε ἀναγράψαι εἰς στήλ̣[ην λιθίνην καὶ] | |
[σ]τῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρα̣[ς, τῆς δὲ ἐπικληρώσεως καὶ] | |
20 | τῆς ἀναγραφῆς ἐπιμε̣[ληθῆναι τὸγ γραμματέα vacat] |
τῆς βουλῆς vacat |
Samos
50